Διαβάστε οικουμενιστες σοδομίτες που δεν βάζετε φραγμό σταματημό και μολύνετε η ανθρωπότητα από τις σαρκο λατρείες , και την αιρεση , είστε ένοχοι Βαρθολομαιοι γιατί δεν διδάξατε κατηχήσατε τον ποίμνιο τι είναι πορνεία , μοιχεία , μαλακία, άνδρας με άνδρα , γυναίκα με γυναίκα, οι Άγιοι Πατέρες θεράπευαν αυτα τα πάθη με επιτίμια , εσείς με τι το έγινε σιγά ...με το ελάτε όλοι στην εκκλησία να ανάψτε κάνα κερί είναι κατάνυξη η Μεγάλη Βδομάδα . Που είσαι Ιωάννη Πρόδρομε ;;; που είσαι Άγιε Ι. Χρυσόστομε να τους τα ψάλεις τους δήθεν ιατρούς των ψυχών.Μισθωτοί ποιμένες .
Epitimia lxxiii
Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.
1 Ὁ ἑκουσίως φονεύσας ἔστω ἀκοινώτητος ἔτη ʹ· ποιῶν δὲ καθ' ἑκάστην ἡμέραν μετανοίας νʹ, τὸ «Κύριε ἐλέησον» σὺν τῷ «Ὁ Θεὸς, ἱλάσθητί μοι» ρνʹ, ἀπεχόμενος κρέατος, τυροῦ καὶ ὠοῦ, τὰς δὲ τετράδας καὶ παρασκευὰς ἀπεχόμενος ἐλαίου καὶ ὀψαρίου καὶ οἴνου· εἰ δυνατὸν, καὶ ξηροφαγείτω. 2 Ὁ ἀκουσίως φονεὺς ἐπιτιμάσθω ἔτη γʹ. 3 Ὁ μοιχὸς ἔστω ἀκοινώτητος ἔτη εʹ, ποιῶν μετανοίας καθ' ἡμέραν ρʹ· ἐὰν δὲ μετὰ δακρύων καὶ ταπεινώσεως δουλεύσῃ, καὶ ἐν τρία ἔτη κοινωνείτω. 4 Ὁ πεσὼν εἰς τὴν ἑαυτοῦ συντέκνισσαν, ἐπιτιμάσθω ἔτη ζʹ, ποιῶν καθ' ἡμέραν μετανοίας ʹ, τὸ «Κύριε ἐλέησον» τʹ, καὶ ξηροφαγῶν. 5 Ὁ μοιχεύσας τοῦ ἀδελφοποιητοῦ αὐτοῦ τὴν γυναῖκα, ἔστω ἀκοινώνητος ἔτη ηʹ, μετανοίας ρʹ, «Κύριε ἐλέησον» ρʹ. 6 Ἐὰν ὑπάγωσι πατὴρ καὶ υἱὸς εἰς μίαν γυναῖκα, ὁ μὲν πρῶτος ἐπιτίμιον τοῦ πόρνου λαμβάνει, ἤγουν γʹ· ὁ δὲ δεύτερος ἔστω ἀκοινώνητος ἔτη ιβʹ, καθ'
ἑκάστην μετανοίας τʹ. 7 Ὁ κλέπτης καὶ ὁ ἱερόσυλος ἔστω ἀκοινώνητος ἔτη γʹ, μετανοίας ρʹ· 8 Ὁ βλασφημῶν ἀδίκως τὴν τοῦ Καῒν μερίδα καταδικάζεται, καὶ ἔστω ἀκοινώνητος μῆνας ἓξ, μετανοίας ρʹ. 9 Ὁ ὀμνύων ἀκαίρως εἰς τὴν αὐτοῦ συντυχίαν ψευδῆ, ἀφοριζέσθω τῆς ἐκκλησίας ἡμέρας ιβʹ, καὶ ξηροφαγείτω. 10 Ὁ σταυροπάτης ἀφοριζέσθω ἔτη γʹ, μετανοίας ρʹ. 11 Ὁ πεσὼν εἰς μαλακίαν μὴ κοινωνείτω ἕως ἡμερῶν νʹ, ξηροφαγῶν, μετανοίας μʹ. 12 Ὁ πίπτων εἰς τὴν ἑαυτοῦ συντέκνισσαν βαπτιστὴν, ἔστω ἀκοινώνητος ἔτη ιβʹ, μετανοίας σʹ. 13 Ὁ πεσὼν εἰς ἀνδρόγυνον, εἴτε ἀνὴρ εἴη, εἴτε
γυνὴ, ἔχει ἐπιτίμιον ἔτη ζʹ, ἀκοινώνητος, μετανοίας σʹ. 14 Ἐάν τις πέσῃ μετὰ τῆς μητρὸς αὐτοῦ, ἔχει ἐπιτίμιον ἔτη ιδʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. 15 Ἐὰν ἀποθάνῃ παιδίον ἀβάπτιστον μέσον τῶν γονέων αὐτοῦ ἡμερῶν ιβʹ ἢ καὶ πλεῖον, ἔχουσιν ἐπιτίμιον ἔτη βʹ· εἰ δὲ βεβαπτισμένος ἐστὶ, ἡμερῶν μʹ, ἔχουσιν ἐπιτίμιον ἔτη γʹ, ὡς καταφρονοῦντες. 16 Ἐὰν ἀποθάνῃ βρέφος ἀβάπτιστον πλήσιον τῶν γονέων αὐτοῦ ἔσωθεν τῶν ζʹ ἡμερῶν, ἔχουσιν ἐπιτίμιον οἱ γονεῖς αὐτοῦ ἡμέρας μʹ, μετανοίας ιβʹ πρωῒ καὶ βραδὺ, νηστεύοντες δευτέραν, τετράδα καὶ παρασκευὴν, ξηροφαγοῦντες ἄρτον μόνον καὶ ὕδωρ. 17 Γυνὴ θηλάζουσα ἑαυτῆς βρέφος, καταφρονήσασα τοῦ οἰκονομῆσαι αὐτὸ, εὑρέθη δὲ τὸ βρέφος αὐτῆς νεκύων, εἴ ἐστι ἀβάπτιστος ὢν ἡμερῶν μʹ, ἔχει ἐπιτίμιον χρόνον αʹ· εἰ δὲ κεῖται παρεκτὸς καὶ
ἀποθανεῖ, ἐπιτιμάσθω ἡμέρας νʹ. 18 Ἐὰν γυνὴ εἰς μαλακίαν ἑαυτὴν ἐκδώσασα ταῖς ἰδίαις χερσὶν, ἔστω ἀκοινώνητος ἔτη ʹ, ἀφοριζέσθω αὐτὴ, καθ' ἡμέραν μετανοίας ρνʹ. 19 Εἴ τις γυνὴ λάβῃ ζύμην, καὶ ἀποσφουγγίζει τὸ σῶμα αὐτῆς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας σʹ. 20 Γυνὴ ἡ συμμιγεῖσα μετὰ ἀνδρὸς ἀπίστου καὶ ἀλλοφύλου, ἐπιτιμάσθω ἔτη ζʹ ἀκοινώνητος, ἀφοριζέσθω αὐτὴ καὶ ἐχομένη
μετανοίας ρʹ. 21 Γυνὴ ἡ ἀμελήσασα βρέφου ἐν τῇ κοιλίᾳ αὑτῆς, καὶ ἀποβαλλομένη αὐτὸ,
ἐπιτιμάσθω ἔτη γʹ ἢ δύο, ἀκοινώνητος, μετανοίας ʹ. 22 Εἴ τις οὐ καταδέχεται παρ' ἑτέρου νίψασθαι τοὺς πόδας, ἀνάθεμα ἔστω. 23 Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ μοναχὸς οὐ δέχεται τὸν πρὸς αὐτὸν ἐλθόντα ἁμαρτωλὸν εἰς ἐξομολόγησιν, ἐχθρὸς τοῦ Θεοῦ ὑπάρχει, καὶ τὸν Χριστὸν λυπεῖ τὸν εἰπόντα· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,» καί· «Ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι.» 24 Εἴ τις μεταλάβῃ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ2καὶ Θεοῦ ἡμῶν, καὶ τότε λουσθῇ, ἐπικατάρατος ἔστω. 25 Εἴ τις ἐν ὀνείροις πορνεύσας καὶ τῷ πρωῒ κοινωνήσας, ἀνάθεμα ἔστῳ. 26 Εἴ τις λέγει τῷ ἀδελφῷ αὐτοῦ μωρῷ, ἐπικατάρατος ἔστω, καθὼς εἶπεν ὁ Κύριος. 27 Εἴ τις συντυχεῖ ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. 28 Εἴ τις φάρμακα καὶ ἀστρονομίας διὰ κλοπῆς πραγμάτων προσφέρει, ἢ ἄλλο τί ποτε ἐρωτᾷ, ἀνάθεμα ἔστω. 29 Εἴ τις φαγεῖ αἷμα κτήνους,
ἐπικατάρατος ἔστω. 30 Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος τόκους ἀπαιτῶν παρὰ δανειστῶν, ἀνάθεμα.31 Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος ἐμβῇ εἰς τὸ καπηλεῖον, οὐ κατὰ ἀνάγκην καὶ οὐ κατὰ ξενιτείαν, ἀνάθεμα ἔστω. 32 Εἴ τις ἀκροᾶται μυστήρια ἀδελφῶν, ἀνάθεμα ἔστω. 33 Εἴ τις χριστιανὸς ποιήσει γάμους τῇ ἁγίᾳ καὶ μεγάλῃ τεσσαρακοστῇ, ἀνάθεμα ἔστω. 34 Εἴ τις γυνὴ εὑρέθη εἰς δύο ἀδελφοὺς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας καθ' ἑκάστην ρʹ, ξηροφαγῶν. 35 Εἴ τις πρεσβύτερος ἢ μοναχὸς ἐμμέσει ἀπὸ τοῦ οἴνου πολλοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ. 37 Εἴ
τις τὴν ἀσχημοσύνην αὐτοῦ φανερὰν ὑποδεικνύει χαριεντιζόμενος, ἀνάθεμα ἔστω. 38 Ἐὰν πορνεύσῃ μοναχὸς μεγαλόσχημος, μοιχοῦ ἐπιτίμιον δεχέτω· ὁ δὲ μικρόσχημος μοναχὸς, ἐὰν εἰς ἐλεύθερον πρόσωπον πέσῃ, ἐπιτίμιον πόρνου δέχεται. 39 Ὁ μοναχὸς ὁ πεσὼν εἰς μαλακίαν, ἔχει ἐπιτίμιον ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. 40 Ὁ πεσὼν μοναχὸς εἰς ῥεῦσιν καθ' ὕπνου αὐτοῦ ἢ ἐκ μελέτης ἢ ἀπὸ
θεωρίας, ὀφείλει μὴ λει τουργεῖν ἕως ἡμερῶν ζʹ, ποιῶν δὲ καθ' ἑκάστην μετανοίας μʹ, ξηροφαγῶν.
41 Ὁ πεσὼν μοναχὸς εἰς μονάστριαν, καθαιρείσθωσαν καὶ οἱ δύο, καὶ ἀρχαρίων τόπων ἐρχέσθωσαν· τὸ ἐπιτίμιον αὐτῶν ἔστω χρόνους ιβʹ, ἀκοινώνητοι, ποιεῖν καθεκάστην μετανοίας τʹ, ὅτι ὁ φθείρας τὸν ναὸν τοῦ Θεοῦ, φθειρεῖ τοῦτον ὁ Θεός. 42 Ὁ πεσὼν μοναχὸς εἰς ἀνδρόγυνον, καθαιρείσθω· τὸ ἐπιτίμιον αὐτοῦ χρόνους ζʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. 43 Εἴ τις μοναχὸς ὑβρίζεται, ὡς
πόρνος λογίζεται· εἰ δὲ τύψει τινὰ ἀδίκως, ἔστω ἀφορισμένος ἡμέρας μʹ, ξηροφαγῶν. 44 Εἴ τις μοναχὸς συνοδεύσει γυναῖκα ὀργίας ζʹ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. 45 Εἴ τις μοναχὸς περιπατῶν ἐν ὁδῷ θέσει τὴν ῥάβδον αὐτοῦ ἐπὶ τῶν ὤμων αὐτοῦ, ἔξω τῆς μοναδικῆς ἐστὶ καταστάσεως, καὶ λῃστὴν λογίζεται αὐτὸν ὁ Θεός. 46 Εἴ τις μοναχὸς φαγεῖ ἀσκέπαστος, εἴτε κοιμηθῇ, ἐχθρός ἐστι τοῦ Θεοῦ. 47 Εἴ τις μοναχὸς σηκώσει τὸ ῥάκος αὐτοῦ ἐπάνω τῶν γονάτων αὐτοῦ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός.
48 Ἐάν τις μαχόμενος μεθ' ἑτέρου, καὶ ἀποθάνοι εἷς ἐξ αὐτῶν ἀσυγχώρητος παρὰ τοῦ ἑτέρου, ὀφείλει ὁ ζῶν ἐπιτιμᾶσθαι ξηροφαγῶν ἔτη ιβʹ, καὶ δεόμενος τοῦ Θεοῦὑπὲρ συγχωρήσεως τοῦ τεθνηκότος. 49 Ἐάν τις ἁρπάσῃ ἀλλότριον πρᾶγμα, καὶ ὁμώσαντες ἕτεροι ἀδίκως, ἐπιτιμάσθω ἔτη ιβʹ, καὶ τὸ πρᾶγμα τριπλοῦν ἀποστραφείτω. 50 Ἐάν τις ὁμώσῃ παρθένον, οὐκ ἔχει ὁ κανὼν ἵνα χωρισθῶσι, διὰ τὸ
μὴ πατήσειν τὸ ζωοποιὸν σταυρόν. 51 Ἐάν τις μιανθῇ τὴν ἁγίαν τεσσαρακοστὴν, νηστεύει ἀπὸ τοῦ πάσχα μέχρι τῆς πεντηκοστῆς· χρὴ δὲ διαλύειν τὴν μεγάλην κυριακήν. 52 Ἐάν τις ἀδελφὸν
ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας διὰ τὴν πανουργίαν αὐτοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. 53 Ἐάν τις [εὑρεθῇ] ἀργολογῶν καὶ γελιάζων,ἐπιτιμάσθω ἡμέρας βʹ, μετανοίας νʹ, ξηροφαγῶν. 54 Ὁ κενοδοξῶν τινα χριστιανὸν,ἐχθρὸς γίνεται τοῦ Θεοῦ. 55 Ὁ κανόναρχος, ἐὰν ἀμελῶς στιχολογῇ, καὶ τὴνἁρμόζουσαν τῷ Θεῷ ἀκολουθίαν διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν ἐκκόπτει, ξηροφαγείτω
ἡμέρας εʹ, μετανοίας νʹ. 56 Ὁ αὐτὸς ἐὰν ἀμελῶς κατακεῖται μετὰ τὴν ὥραν τοῦσημαντῆρος, καὶ τὰς βίβλους αὐτοῦ μὴ ἐπιμελούμενος, καὶ τὰς μνείας τῶν ἁγίων μἐρευνῶν, ξηροφαγείτω ἡμέρας νʹ. 57 Ὁ μάγειρος, ἐὰν ἀμελῇ τὴν διακονίαν αὐτοῦκαὶ οὐ μετὰ φόβου καὶ πίστεως ποιῇ ἑψένεσθαι πάντων καλῶς, μὴ ὀφείλει πιεῖν αὐτὸν οἶνον. 58 Ὁ αὐτὸς πάλιν ἐὰν μὴ σκεπάζῃ τὰ ἀγγεῖα αὐτοῦ μετὰ σπαστρίας, ἢ ἄπλητα ἀφήσει αὐτὰ, ἐπιτιμάσθω ἡμέρας γʹ, ξηροφαγῶν. 59 Ὁ καθεζόμενος ἐν
τραπέζῃ καὶ γελιάζων ἢ τὰ βρώματα παρατιθέμενα ψέγων, ἐκδιωχθήτω τῆς τραπέζης, ἐπιτιμάσθω δὲ αὐτὸς καὶ ψάλλειν τὸν νʹ, καὶ στήτω τῇ τραπέζῃ, καὶποιείτω μετανοίας νʹ. 60 Ὁ ἀποστέλλων ἢ ὁ δεχόμενος λάθρα τοῦ ἡγουμένου τὶ οἷον δήποτε, ξηροφαγείτω ἡμέρας γʹ. 61 Ὁ μὴ ἐξαγγέλλων τὰς πράξεις αὐτοῦ καὶ λογισμοὺς τῷ πνευματικῷ πατρὶ αὐτοῦ ἢ τῷ ἡγουμένῳ, ἐπιτιμάσθω ἡμέρας ιεʹ, ξηροφαγῶν. 62 Ὁ ἐν καιρῷ διδασκαλίας κοινῆς καὶ νουθεσίας πνευματικῆς καταλιμπανόμενος ἐξ ἀμελείας,ξηροφαγείτω ἡμέρας εʹ. 63 Ὁ γευόμενος οἵας δήποτε ἐφ' ὥρας χωρὶς εὐλογίας τοῦ
προεστῶτος, ἐπιτιμάσθω ἡμέρας ιεʹ, μὴ πιεῖν οἶνον. 64 Ὁ ἔχων τὸ ἴδιον πρᾶγμα παρὰ τοῦ πατρὸς αὐτοῦ πνευματικοῦ, ἀρθήτω ἀπ' αὐτοῦ καὶ ἐπιτιμάσθω ἡμέρας μʹ. 65 Ὁ μὴ ἐργαζόμενος μὴ ἐσθιέτω κατὰ τὸν θεῖον Ἀπόστολον· ἐὰν μετρίως ἐργάζηται, μετρίως καὶ ἐσθιέτω. 66 Ὁ ἀμέτρως ἐσθίων καὶ πίνων, τῷ Κυρίῳ οὐ δουλεύει, ἀλλὰ τὴν ἑαυτοῦ κοιλίαν θεοποιεῖται. 67 Εἴ τις ἐπίσκοπος ἀγωνίζεται ὑπὲρ τοῦ βίου καὶ ἀμελεῖ τὸν ναὸν τοῦ Θεοῦ, ἔστω ὡς αἱρετικὸς, καθὼς καὶ ὁ Κύριος λέγει· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» 68 Εἴ τις πρεσβύτερος πέσει εἰς πορνείαν, καθαιρείσθω ἀπρόκοπος· τῶν δὲ ἐπιτιμιῶν συμπαθείτω κατὰ τὸν λόγον τοῦ Κυρίου·«Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.» 69 Εἴ τις διάκονος πορνεύσει, καθαιρείσθω, καὶἀναγνώστου τόπον ἐχέτω. 70 Ὁμοίως καὶ ὁ ἱερεὺς καὶ τῷ αὐτῷ ἐπιτιμίῳ συμπαθείτω. 72 Εἴ τις διάκονος ἢ ἱερέως γυνὴ παραπέσει, καθαιρείσθωσαν αὐτοὶ, καὶ
ἀπρόκοποι μενέτωσαν· ὁμοίως καὶ ἀναγνώστου· ἀπὸ δὲ τῶν ἐπιτιμίων συμπαθείσθωσαν, μεταλαμβάνοντες ἀκωλύτως, ἐὰν φυλάξωσιν ἑαυτούς. 73 Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης περικρατὴς γενέσθαι, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθωσαν ἀμφότεροι· στερηθήτωσαν καὶ τῆς ἐκκλησίας, ὡς ὁ Σιμὼν ὁ μάγος ὑπὸ τοῦ Πέτρου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου