Για να δείτε οικουμενιστες την Μετάνοια του ληστή που εσείς δεν Μετανοείτε αλλά ούτε τους κάνετε κήρυγμα ΜΕΤΑΝΟΙΑΣ τους αιρετικούς και τους ΣΟΔΟΜΙΤΕΣ.Μιλάει για τον Σταυρό για τον οποίο εσείς βγάζετε ένας ένας από την Αγία Τράπεζα. Σας ξενίζει τότε είστε ξένοι Σταυρού.
De cruce et latrone
Γῇ αὐτῇ ἡμέρᾳ. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Χρυσοστόμου λόγος εἰς τὸν
τίμιον σταυρὸν καὶ εἰς τὴν λῃστήν. Εὐλόγησον πάτερ.
1 Ἀπαρξώμεθα τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὸν περὶ τοῦ σταυροῦ λόγον καὶ
στέψωμεν τὴν ἡμέραν, μᾶλλον δὲ στεφθῶμεν ὑπὸ τῆς μνήμης τῆς ἡμέρας· οὐ γὰρ ἐξ
ὧν φθεγγόμεθα σταυρὸς στεφανοῦται, ἀλλ' ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς
στεφάνους παρ' αὐτοῦ κομιζόμεθα. Σήμερον, ἀδελφοί, σταυρὸς ἐπάγη καὶ κόσμος
ἡγιάσθη, σήμερον σταυρὸς ἐπάγη καὶ θάνατος ἀνετράπη, σήμερον σταυρὸς ἔλαμψεν
καὶ δαίμονες ἐσκορπίσθησαν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ διάβολος
κατῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θάνατος ἐνικήθη καὶ ἄνθρωπος
ἐλευθερώθη καὶ ὁ Θεὸς ἐδοξάσθη.
2 Σήμερον παρὰ Ἰουδαίοις γῆ ἐσαλεύσατο, παρ' ἡμῖν δὲ ἡ οἰκουμένη
στηρίζεται, σήμερον ἡ θεομάχος τόλμα τῶν Ἰουδαίων πέτρας ἔσχισεν, σήμερον ἡ
φιλόθεος εὐσέβεια τὴν οἰκουμένην ἥνωσεν. Ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας
συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς ὁ ∆αβὶδ λέγει· «∆ιεσχίσθησαν καὶ
οὐ κατηνύγησαν». Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης
σκότος εἰργάσατο· οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος. Συνέστειλε
γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς
θεότητος ὕβρις ἥπτετο, ἀλλ' ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν
ἐγίνετο.
3 Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος τὴν ἀκτῖνα μετεποίησεν· σήμερον ἡ χάρις
παρ' ἡμῖν τὴν νύκτα εἰς ἡμέραν ποιεῖ. Φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς
ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀναπληροῦσθαι. Τοῖς πιστοῖς καὶ ἡ
νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα. ∆ιὰ
τοῦτο περὶ μὲν τῶν πιστῶν ἡ γραφὴ διαλεγομένη φησί· «Καὶ νὺξ φωτισμὸς ἐν τῇ
τρυφῇ μου, ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα
φωτισθήσεται». Τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέραν μεταβάλλεται, τῷ δὲ ἀπίστῳ καὶ
ἡ ἡμέρα εἰς νύκτα μετατίθεται, καθὼς βοᾷ ὁ προφήτης λέγων· «Ψηλαφήσουσιν ὡς
τυφλοὶ τοῖχον καὶ περιπατήσουσιν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ».
4 Σήμερον ἀδελφοὶ Ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου διὰ τὴν παρακοήν,
σήμερον πάλιν εἰσάγεται εἰς τὸν παράδεισον. Καὶ μαρτὺς ὁ λῃστής. Ἐξῆλθεν κλέπτης
καὶ εἰσῆλθεν κλέπτης, ἐξῆλθεν ὁ κλέψας παρὰ τὸ βούλημα τῆς ἐντολῆς καὶ εἰσῆλθεν
ὁ κλέψας ἀπὸ τοῦ σταυροῦ τὴν σωτηρίαν. Οἶδα καὶ πρώην εἰρηκὼς περὶ τοῦ λῃστοῦ,
ἀλλ' ἔχει διαφόρους ἱστορίας ὁ τοῦ σταυροῦ λόγος. Ἐκεῖνος ὁ λῃστὴς διὰ ξύλου
θανατοῦται, οὗτος ὁ λῃστὴς ἀπὸ ξύλου τρυγᾷ τὴν σωτηρίαν. Οὐκ ἤρκει αὐτῷ τὰ
ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια ἐσύλησεν, οὐ περιγράφων τῇ δυνάμει, ἀλλὰ νικῶν τῇ
πίστει. Αὕτη γάρ ἐστιν φωνὴ τοῦ δεσπότου λέγοντος· «Ἡ βασιλεία τῶν οὐρανῶν
βιάζεται καὶ βιάσται ἁρπάζουσιν αὐτήν».
5 Ἐπὶ σταυροῦ δύο λῃσταί, εἰκὼν Ἰουδαίων τε καὶ Ἑλλήνων, τῶν ἐνἀσεβείᾳ
τὰ πρῶτα ὁδευσάντων καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν ἐπεγνωκότων. Εἰκὼν Ἰουδαίων
ὁ λῃστὴς ὁ μέχρι τέλους λῃστής· ἕως τοῦ σταυροῦ, συνέδραμον ἀλλήλοις τὴν ὁδὸν
τῆς πονηρίας καὶ ὁ σταυρὸς ἐμέρισεν τὰς ὁδούς· ἀπὸ γὰρ τοῦ σταυροῦ μερίζονται οἱ
δύο, ὁδὸς ἀπολείας τοῖς ἀπιστοῦσι καὶ ὁδὸς σωτηρίας τοῖς πιστεύουσιν. Ἐκεῖ ἔμαθεν
ὁ λῃστὴς τὴν διαφορὰν τῶν ὁδῶν «ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων καὶ ὁδὸς
ἀσεβῶν ἀπολεῖται». 6 Καὶ βλέπε τοῦ Θεοῦ τὴν διακρισίαν ἵνα εἴπῃς καὶ σὺ μετὰ τοῦ
προφήτου· «∆ίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου». ∆ιὰ μίαν ἁμαρτίαν
ἐξορίζεται Ἀδὰμ τοῦ παραδείσου, διὰ μίαν φωνὴν πίστεως ὁ λῃστὴς σῴζεται· μία
ἐκεῖνον ἁμαρτία ἐκβάλλει τῆς τρυφῆς, μία τοῦτον δικαιοσύνη εἰσοικίζει εἰς τὴν
τρυφήν. Εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν παράδεισον. Ὢ τοῦ θαύματος. οὔτε τῷ Ἀβραὰμ
ἐδόθη ἐπαγγελία παραδείσου διὰ φωνῆς· κληρονομεῖ γὰρ διὰ πίστεως ἀλλ'
ἐπαγγελίαν παραδείσου οὐδὲ γὰρ πρὸ τοῦ λῃστοῦ ἔλαβεν.
7 Ἐνταῦθα πρόσεχε ἀκριβῶς καὶ τὴν παλαιὰν ἐρευνήσας γραφὴν πᾶσαν καὶ
τὴν νέαν· εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν
ἐπαγγελίαν δεξάμενος, οὐκ Ἀβραάμ, οὐ Μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι,
ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει· «Ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν
τῷ παραδείσῳ». Ἐκάλεσεν ὁ Θεὸς τὸν Ἀβραὰμ λέγων· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ
τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου» καὶ οὐκ εἶπεν· ἵνα
κληρονομήσῃς παράδεισον, ἀλλὰ «δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Μωϋσῇ τὸν
νόμον δέδωκεν ὁ Θεὸς καὶ καρπὸν ἐντολῶν ἐπαγγέλλεται τὰ ἐπὶ γῆς ἀγαθά· «Ἐὰν
φυλάξῃς τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου». Οὐδαμοῦ ἐπαγγελία παραδείσου πρὸ τοῦ
λῃστοῦ.
8 Ἀναγκαῖον δὲ ζητῆσαι τίνος ἕνεκεν τούτῳ πρὸ τῶν ἄλλων καὶ πρὸ
τοιούτων ἀξιοπίστων ἀνδρῶν ἐπηγγείλατο. Ἐπίστευσεν μὲν Θεῷ ὁ Ἀβραάμ, ἀλλ'
ἐπίστευσεν οὐκ ἐν τοιαύτῃ ὕβρει αὐτῷ φανέντι, ἐπίστευσεν ἀπ' οὐρανοῦ
φθεγγομένῳ, ἐπίστευσεν αὐτῷ δι' ἀγγέλων ἁγίων τὸν λόγον ἐκπέμποντι καὶ ἀπὸ τῆς
οἰκείας αὐθεντίας τὴν ἐντολὴν προσφέροντι. Ἐπίστευσεν καὶ Ἠσαΐας, ἀλλ' ἰδὼν
αὐτὸν ἐν δόξῃ· ἐπίστευσεν καὶ Ἰεζεκιήλ, ἀλλὰ θεασάμενος αὐτὸν ἐπὶ τῶν χερουβίμ·
ἐπίστευσαν καὶ οἱ προφῆται, ἀλλὰ διαφόρως ἕκαστος ἐν δόξῃ τὸν ἑαυτοῦ δεσπότην
εἶδεν, ὡς ἰδεῖν δυνατὸν ἦν ἀνθρώπου φύσιν. Ἐπίστευσεν Μωϋσῆς ἀλλ' ἐπίστευσεν
Θεῷ λαλοῦντι ἐκ μέσου τοῦ πυρὸς καὶ τοῦ γνόφου καὶ τῶν σαλπίγγων καὶ τῶν
βροντῶν· ἱκανὰ ἦν ταῦτα καὶ τὸν ἄπιστον νευρῶσαι.
9 Ταῦτα δὲ λέγω οὐ τοὺς προφήτας ἐξουθενῶν ἀλλ' ὑπὲρ τοῦ λαβόντος τὸν
παράδεισον ἀπολογούμενος. Αὐτὸς δὲ βλέπει σωτῆρα οὐκ ἐπὶ θρόνου βασιλικοῦ, οὐκ
ἐν οὐρανοῖς φθεγγόμενον, οὐ δι' ἀγγέλου διαταττόμενον· εἶδεν ἐν ὕβρει καὶ
προσκυνεῖ ἐν δόξῃ· εἶδεν ἐπὶ σταυροῦ καὶ παρακαλεῖ ὡς ἐν οὐρανῷ καθήμενον.
Βλέπει αὐτὸν κατακρινόμενον καὶ βασιλέα καλεῖ τὸν ἐσταυρωμένον καὶ φησί·
«Μνήσθητί μου ὅταν ἔλθῃ ἐν τῇ βασιλείᾳ σου».
10 Ἐσταυρωμένον βλέπεις καὶ βασιλέα καλεῖς τὸν ἐν δόξῃ κατακρίσεως; Μὴ
γὰρ νόμον ἀνέγνως ὁ τῇ ἀνομίᾳ σχολάσας, μὴ προφῆτας ἀνέγνως ὁ φόνοις
ἐσχολακὼς, μὴ ἀνέγνως τὸν θεῖον νόμον τὴν μάχαιραν ἀκονῶν. Πόθεν ἐπαιδεύθης
περὶ Χριστοῦ τοιαῦτα φιλοσοφεῖν; Ἰουδαῖοι σταυρῶσιν, οἱ τὸν νόμον εἴδοτες, σὺ ὁ
τούτου ἄπειρος Θεὸν λέγεις τὸν κατάκριτον, προσκυνεῖς τὸν ἐσταυρωμένον. Τίνας
εἰσήγαγεν εἰς τὴν δόξαν τῆς βασιλείας. Εἴπομεν ὑπὲρ τοῦ τολμήσαντος διὰ τῶν
πραγμάτων· οὐ γὰρ τὴν ἔξω ἠθοποιΐαν μιμούμεθα καὶ προσωποποιΐαν ἀλλ' ἐξ αὐτῶν
τῶν πραγμάτων τὰς ἀφορμὰς δανειζόμεθα τῶν ὑποθέσεων. Τίς ἐπαίδευσέν σε
τοιαῦτα ὑπὲρ αὐτοῦ λέγειν; Νόμος μέν, φησίν, οὐκ ἐπαίδευσεν, ὁ δὲ ἥλιος κρυβεὶς
ἐδίδαξεν. Εἶδον αὐτὸν φρίξαντα τὴν ὕβριν τοῦ σταυροῦ, εἶδον καὶ τὴν γῆν
σχισθεῖσαν καὶ μὴ φέρουσαν τοὺς χριστοφόνους θῆρας· εἶδον καὶ τὰς πέτρας
σχισθεῖσας. Πέτραι ἐσχίσθησαν, ἡ δὲ καρδία ἡ ἀγνώμων οὐ διαλύεται· ἐσχίσθησαν αἱ
πέτραι, ἐρράγη καὶ τὸ καταπέτασμα τοῦ ναοῦ εἰς δύο.
11 Τί ἐστιν τὸ καταπέτασμα; οἷον ἐὰν εἴπωμεν ἡμεῖς βῆλον· δεῖ γὰρ ταύτῃ τῇ
συνήθῃ χρήσασθαι φωνῇ ἐξ ἧς πάντες καταλαμβάνουσιν τί καταπέτασμα ἦν, οὐκ
ἐπειδὴ δύσκολον ἑρμηνεύω ἀλλ' ἐπὶ πολλοῖς ἀκατάληπτον. Καταπέτασμα πορφύρας
καὶ κοκκίνου καὶ βύσσου καὶ 5ϊ5ακίνθου κατεσκευασμένον ὕφος. Ὅτε οὖν ὁ σταυρὸς
ἐπείγνυτο, λέγει, τὸ καταπέτασμα ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· αἱ πέτραι
ἐσχίσθησαν, ἡ γῆ ἐσαλεύθη, οἱ τάφοι ἠνεώχθησαν.
12 Σχίζεται τὸ ἀμφίθυρον ἐπειδὴ βασιλέως οὐκ ὄντος καὶ ἄρχοντος ἐν οἰκείᾳ,
πάντως τὸ καταπέτασμα μηνύει τὴν ἐξουσίαν. Μετὰ δὲ τὴν ὕβριν τοῦ ὑψίστου Θεοῦ,
ὁ Θεὸς ὁ ἐνοικῶν ἐν τῷ ναῷ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξῆλθεν τοῦ ναοῦ καταλιπὼν
τὸν οἶκον ἔρημον· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἐξελθόντος τοῦ
βασιλέως τῆς δόξης ἐρράγη τὰ σύμβολα τῆς βασιλείας· ἐρράγησαν οἱ τάφοι· οὐδέπω
κατῆλθεν εἰς ᾅδου διορθωσάμενος τὰ πράγματα καὶ οὐκ ἤνεγκεν ἡ γῆ τοῦ δεσπότου
τὴν παρουσίαν· ἐρράγησαν οἱ πόταμοι μὴ ἐνεγκόντες τὸν ἄνωθεν πρὸς αὐτοὺς
κατελθόντα, ἐρράγησαν οἱ τάφοι καὶ ἀνέδωκαν ἀνθρώπους καὶ εἰσῆλθον εἰς τὴν
πόλιν τὴν ἁγίαν ἵνα ἀποφάσιστον καταλίπωσιν τὴν δίκην.
13 Ταῦτα ἐγένετο ἐπὶ τοῦ σταυροῦ καὶ Ἰουδαῖοι ἐχλεύαζον λέγοντες· «Εἰ υἱὸς
εἶ τοῦ Θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι». Ἐννόησον τὴν φωνὴν
τῶν τέκνων τοῦ διαβόλου πῶς μιμοῦνται τὴν φωνὴν ταύτην τὴν πατρικήν. Ὁ
διάβολος λέγει τῷ σωτῆρι εἰς τὸ πτερύγιον τοῦ ναοῦ· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε
σεαυτὸν κάτω». Ὁμοίως καὶ οἱ Ἰουδαῖοι· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ
σταυροῦ καὶ πιστεύσομέν σοι».
14 Συσταυροῦσι δὲ αὐτῷ καὶ λῃστὰς, οὐ λῃστὰς μισοῦντες, λῃστῶν γὰρ ἦσαν
κοινωνοί, ἀλλὰ τῇ κοινωνίᾳ τῶν λῃστῶν τὸν δεσπότην ὑβρίζοντες καὶ ἵνα ἴδωσιν οἱ
παρόντες ὅτι δι' ἔγκλημα κακίας κρίνεται· «Μετὰ λῃστῶν, φησίν, σταυρώσωμεν τὸν
ὅμοια λῃστῶν δράσαντα». Ἀλλ' οὐκ ἐσιώπησεν Ἡσαίας τὴν δραματουργίαν, ἀλλὰ τὸ
ἄνισον τοῦ πάθους θεασάμενος ἐπὶ τοῦ δικαίου καὶ τῶν ἀδίκων ἔλεγεν· «Ὑπὲρ τῶν
ἁμαρτησάντων τοῦ λαοῦ ἦλθεν εἰς θάνατον καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη» τουτέστιν
λῃσταῖς. Οὐ γὰρ λῃστὰς ἐμίσουν Ἰουδαῖοι, ἀλλ' ἠθέλησαν τῇ κοινωνίᾳ τῶν λῃστῶν
ὑβρίσαι τὸ πάθος τοῦ Χριστοῦ.
15 Ὅτι δὲ οὐ λῃστὰς ἐμίσουν, λέγει αὐτοῖς ὁ Πιλάτος· «Τίνα ὑμῖν ἀπολύσω,
τὸν Ἰησοῦν ἢ Βαραββὰν τὸν λῃστήν, ὃς διὰ φόνον, φησίν, ἦν βεβλημένος ἐν τῇ
φυλακῇ». Οἳ δέ φασιν· «Ἀπόλυσον ἡμῖν τὸν Βαραββάν». Οἱ λῃσταὶ τὸν λῃστὴν
ἐζητήσαντο καὶ τὸν Κύριον τῷ σταυρῷ παρέδωκαν, οὐ βίᾳ νικήσαντες ἀλλὰ τῇ
οἰκονομίᾳ παραδόσαντες. Λέγει αὐτοῖς ὁ Πιλάτος· «Τὸν βασιλέα ὑμῶν σταυρώσω;»
Οἳ δέ φασιν· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα». Ἠρνήσαντο τὴν τοῦ Θεοῦ
βασιλείαν καὶ παρεδώθησαν τῇ Ῥωμαίων βασιλείᾳ· ἐπειδὴ ὃ εἶχον ἐγνώησαν ὃ
ᾐτήσαντο ἔλαβον.
16 Προσήνεγκαν ἐπὶ τοῦ σταυροῦ καὶ ἀκάνθας, προσήνεγκαν καὶ χολὴν καὶ
προϊδὼν ταῦτα Μωϋσῆς ἐβόα. «Γενεὰ σχολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ
ἀνταποδίδοτε· τῷ δεδωκότι τὸ μάννα ἐν τῇ ἐρήμῳ, τούτῳ χολὴν προσάγεις;» Καλῶς
οὖν καὶ Ἡσαΐας λέγει· «Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας». Τῷ
ἀνθήσαντί σοι τὰ ἀγαθὰ τούτῳ στέφανον ἐξ ἀκανθῶν προσάγεις. Ὁ Πιλάτος
φείδεται καὶ οἱ Ἰουδαῖοι· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν».
17 Εἴπωμεν καὶ ἡμεῖς τὴν αὐτὴν φωνὴν, μὴ ἀπὸ τῆς αὐτῆς γνώμης· «Τὸ αἷμα
Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν», ἐκείνοις εἰς κατάκρισιν ἡμῖν εἰς
δικαιοσύνην. Οὐ γάρ ἐστι τὸ αἷμα Χριστοῦ χεῖρον τῆς Βαβυλωνίας καμίνου· ἡ
κάμινος Βαβυλῶνος ἐτίμησε τοὺς ἁγίους καὶ ἀνάλωσεν τοὺς Χαλδαίους. Τὸ αἷμα τὸ
τίμιον οἶδεν ἀπολέσαι μὲν τοὺς ἀπίστους, σῶσαι δὲ τοὺς πιστεύοντας. 18 Πρέπει τῷ
σταυρῷ τὸ φῶς. Οὗτος γὰρ μόνος διέλυσε τὸ σκότος τῶν δαιμόνων. Εἰ μὴ σταυρός,
δαίμονας ἂν προσεκυνοῦμεν. Σταυρὸς καθῆλε τὴν πλάνην, σταυρὸς ἤνθησεν τὴν
ἁγιωσύνην, σταυρὸς ἤνεγκεν ἀκτῖνα δικαιοσύνης. Πάντα ἡμῖν ἀπὸ σταυροῦ, ἡμεῖς δὲ
τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
- De paenitentia sermo 3. Περὶ μετανοίας. Λόγος γʹ. (PG 60, σελ. 705-708).
- De paenitentia. Λόγος περί μετανοίας. Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος. (PG 49, σελ. 277-350).
- De paenitentia_. Περὶ μετανοίας, καὶ εἰς Ἡρώδην καὶ Ἰωάννην τὸν Βαπτιστήν. (PG 59, σελ. 759-766).
- De paenitentia_-. Περὶ μετανοίας. (PG 60, σελ. 765-768).
- De paenitentia et in lectionem de Davide et de uxore Uriae. Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου. (PG 64, σελ. 11-16).
- De paenitentia sermo 1. Λόγος παραινετικὸς περὶ μετανοίας, ἐν ᾧ ἐμνημόνευσε καὶ ἐστηλίτευσε πάντα τὰ πάθη τῶν ἀνθρώπων. Λόγος Αʹ. (PG 60, σελ. 681-700).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου