ΑΡΧΙΚΗ

ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ

 ΠΩΣ ΘΑ ΤΟΥΣ ΑΠΟΚΑΛΟΥΣΕ ΣΗΜΕΡΑ Ο ΜΕΓΑΣ ΑΘΑΝΑΣΙΟΣ ΤΟΥΣ ΟΠΑΔΟΥΣ ΤΗΣ ΑΙΡΕΣΙΣ ΤΟΥ ΟΙΚΟΥΜΕΝΙΣΜΟΥ ΟΙΚΟΥΜΕΝΙΣΤΕΣ .

ΚΑΙ ΑΚΟΛΟΥΘΟΥΝΤΩΝ ΑΥΤΩΝ 

ΕΝΑΣ ΗΤΑΝ Ο ΑΡΕΙΟΣ ΕΝΑΣ ΗΤΑΝ ΚΑΙ Ο ΝΕΣΤΟΡΙΟΣ  ΟΣΟΙ ΠΗΓΑΙΝΑΝ ΣΕ ΑΥΤΟΥΣ ΕΚΕΙ ΠΟΥ ΛΕΙΤΟΥΡΓΟΥΣΑΝ , ΕΚΕΙ ΠΟΥ ΤΟΥΣ ΜΝΗΜΟΝΕΥΑΝ , ΧΑΡΑΚΤΗΡΙΖΟΝΤΑΝ ΟΜΟΙΟΙ ΟΜΟΦΡΟΝΕΣ ΑΥΤΩΝ . 

ΕΧΟΥΝ ΔΕ ΚΑΙ ΜΥΡΙΟΥΣ ΟΠΑΔΟΥΣ ΟΠΩΣ ΚΑΙ ΝΑ ΟΝΟΜΑΖΟΝΤΑΙ ΟΙ ΑΙΡΕΤΙΚΟΙ.

ΟΙ ΔΕ ΔΙΑΔΟΧΟΙ ΤΟΥ ΑΡΕΙΟΥ ΑΡΕΙΑΝΟΙ ΚΑΙ ΑΡΕΙΟΜΑΝΙΤΑΙ .

ΑΣ ΜΗΝ ΥΠΟΚΡΙΝΟΜΑΣΤΕ ΟΤΙ ΠΙΣΤΕΥΟΜΕ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΕΝΩ ΔΕΝ ΤΗΡΟΥΜΕ ΟΥΤΕ ΤΟ 1 ΤΟΙΣ 1000 ΑΠΟ ΤΑ ΕΡΓΑ ΤΟΥΣ ΔΗΛΑΔΗ ΑΠΟ ΑΥΤΑ ΠΟΥ ΜΑΣ ΔΙΔΑΞΑΝ .

Orationes contra Arianos


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ,
ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.

 

 
Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ
τυγχάνουσι, καὶ 26.13 τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ
ἐξελθεῖν ἀφ' ἡμῶν τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος
Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι μεθ' ἡμῶν τὸ φρόνημα. ∆ιὸ καὶ,
ὡς εἶπεν ὁ Σωτὴρ, Μὴ συνάγοντες μεθ' ἡμῶν, σκορπίζουσι μετὰ τοῦ διαβόλου,
παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες,
ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴ δὲ ἡ μία τῶν αἱρέ σεων ἡ ἐσχάτη, καὶ
νῦν ἐξελθοῦσα πρόδρομος τοῦ Ἀν τιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὖσα καὶ
πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ
στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν Γραφῶν λέξεις, ὡς ὁ πατὴρ
αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς Ἐκκλησίας,
ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ
πιθανότητι τῶν παραλογισμῶν· εὔλογον γὰρ οὐδὲν παρ' αὐτῇ· καὶ ἐπλάνησέ γε τῶν
ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας
κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν τὸ πικρὸν γλυκὺ, καὶ τὴν
βδελυκτὴν αἵρεσιν λέγειν καλήν· ἀναγκαῖον ἡγησάμην προτραπεὶς παρ' ὑμῶν
διελεῖν τὴν πτύξιν τοῦ θώρακος τῆς μιαρᾶς αἱρέσεως ταύτης, καὶ δεῖξαι τὴν
δυσωδίαν τῆς ἀφροσύνης αὐτῆς· ἵνα οἱ μὲν πόῤῥωθεν ὄντες αὐτῆς ἔτι φύγωσιν
αὐτὴν, οἱ δ' ἀπατηθέντες ἀπ' αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγμένοις τοῖς ὀφθαλμοῖς τῆς
καρδίας νοήσωσιν, ὅτι, ὥσπερ τὸ σκότος οὐκ ἔστι φῶς, οὐδὲ τὸ ψεῦδος ἀλήθεια,
οὕτως οὐδὲ ἡ Ἀρειανὴ αἵρεσίς ἐστι καλή. Ἀλλὰ καὶ οἱ τούτους καλοῦντες
Χριστιανοὺς πολὺ καὶ λίαν πλανῶνται, ὡς μήτε τὰς Γραφὰς ἀνεγνωκό τες, μήτε
ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ τὴν ἐν αὐτῷ πίστιν. Τί γὰρ ὅμοιον ἑωρακότες
τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων
ἐκείνων; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ τὸν
προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν
αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μη δὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ
καὶ Ἀλέ 26.16 ξανδρον συνιστάνειν ὡς καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατ'
αὐτῶν τὸν Ἀπόστολον. Ἀλλ' οὔτε ταῦτ' ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν
τολ μῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ
Χριστοῦ παρ' αὐτοῖς Ἄρειος, ὡς παρὰ Μανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ
τῶν ἄλλων ἁγίων Σωτάδης τις ἐξεύρηται παρ' αὐτοῖς ὁ καὶ παρ' Ἕλλησι γελώμενος,
καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος
μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς Θαλίας· τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορ
χούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆρος δυσφημίαις, ὥστε τοὺς ἐμπίπτοντας
εἰς τὴν αἵρε σιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν δὲ τὸ ὄνομα
τοῦ Κυρίου τῆς δόξης ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἀντὶ
Χριστιανῶν λοι πὸν Ἀρειανοὺς ὀνομάζεσθαι, τοῦτό τε τῆς ἀσε βείας ἔχειν τὸ
γνώρισμα. Μὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ
τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν

 διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι
τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ
ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων
ἐπισκόπων ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ' ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν·
τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γενομένων, καὶ διακονησάντων
τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ' ἀπὸ τοῦ Χριστοῦ
Χριστιανοὶ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα. Οἱ δὲ παρ' ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς
νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι
κτῆμα. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων,
ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ οἱ μὲν παραμείναντες μετὰ τοῦ
ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δ' ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν
Χριστιανοὶ, Μαρκιωνισταὶ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ
Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ
ἰδίου ὀνόματος· καὶ οἱ μὲν Οὐαλεντινιανοὶ, οἱ δὲ Βασιλιδιανοὶ, οἱ δὲ Μανιχαῖοι,
κἀκεῖνοι Σιμωνιανοὶ, καὶ ἄλλοι κατὰ Φρύγας ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου
Νοουατιανοὶ προσαγορεύονται. Οὕτω
καὶ Μελέτιος, ἐκβληθεὶς παρὰ Πέτρου τοῦ
ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους·
οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ
Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα
τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, Ἀρειανοὶ δὲ λοιπὸν
ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες
τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν
ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ
ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν
γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώ μεθα· ἀλλά γε τὰ τοῦ
Χριστοῦ παρ' αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἧττον ἐσμὲν καὶ καλούμεθα. Οἱ
δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως
τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος Ἀρείου,
πολλῶν δὲ τῶν ἰδίων αὐτὸν δια δεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ
Ἀρείου γνωριζόμενοι Ἀρειανοὶ καλοῦνται.
Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ
μὲν ἐξ Ἑλλήνων καὶ νῦν εἰς τὴν Ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν τῶν εἰ δώλων
δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμ βάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ
Σωτῆρος, καὶ ἀντὶ Ἑλλήνων ἄρχονται Χριστιανοὶ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους
ἀπιόντες, ἢ ὅσοι δ' ἂν ἀπὸ τῆς Ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν
Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ Ἀρειανοὶ καλοῦνται, ὡς οὐκέτι τὴν
Χριστοῦ πίστιν ἔχοντες, ἀλλὰ τῆς Ἀρείου γενόμενοι μανίας διάδοχοι. 26.20 Πῶς
τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται;
Ἢ πῶς τῆς καθολικῆς
Ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν κακῶν
ἐφευρεταὶ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων Γραφῶν λόγια καταλείψαντες, τὰς δὲ
Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες; Εἰκότως τοῦτο λέγοντες καινὴν γὰρ
αἵρεσιν ἀπαγγέλλουσι. ∆ιὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα
καὶ πλείστας ὁμιλίας εἴς γε τὴν Παλαιὰν καὶ τὴν Καινὴν γραψάντων, καὶ παρὰ μη
δενὶ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ
μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς,
ἕνεκεν τοῦ γελᾶσθαι παρ' ἑτέρων, ὁ θαυ μαστὸς Ἄρειος οὐδὲν σεμνὸν μιμησάμενος,
ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας,
τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. 

 https://online.fliphtml5.com/kzymi/ghug/index.html

 

ΔΙΑΒΑΣΤΕ ΤΟΜΟΣ 2 ΑΠΟ ΤΗΝ ΣΕΛ 22 


 

 https://greekdownloads3.files.wordpress.com/2014/08/orationes-contra-arianos.pdf

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Άγιος Αθανάσιος ο Πάριος: Άγιος Μάρκος ο Ευγενικός. (Ο Αντίπαπας) – Σκοπός συγγραφής του έργου.

  Άγιος Μάρκος ο Ευγενικός. (Ο Αντίπαπας). Η δράση και το εγκώμιο του, γραμμένα από τον Άγιο Αθανάσιο τον Πάριο. Ο ΑΝΤΙΠΑΠΑΣ

Δημοφιλείς αναρτήσεις