ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ
Λόγος πρῶτος.
Κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευμένων γυναικῶν συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι· θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον.
ΣΗΜΕΡΑ ΔΕΝ ΚΗΡΥΤΟΥΝ ΤΗΝ ΘΕΡΑΠΕΙΑ , ΤΗΝ ΜΕΤΑΝΟΙΑ ΟΥΤΕ ΣΤΟΥΣ ΑΙΡΕΤΙΚΟΥΣ ΟΥΤΕ ΣΤΟΥΣ ΣΟΔΟΜΙΤΕΣ. ΟΙ ΠΑΤΡΩΝΕΣ ΤΟΥ ΟΙΚΟΥΜΕΝΙΣΜΟΥ.
β′. Μηδὲ θαυμάσητε, εἰ ἀθλίους ἐκάλεσα τοὺς ᾿Ιουδαίους. ῎Οντως γὰρ ἄθλιοι καὶ ταλαίπωροι, τοσαῦτα
ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ εἰς τὰς χεῖρας αὐτῶν ἐλθόντα ἀπωσάμενοι καὶ ῥίψαντες μετὰ πολλῆς τῆς σπουδῆς. ᾿Ανέτειλεν ἐκείνοις πρώϊμος ὁ τῆς δικαιοσύνης ἥλιος· κἀκεῖνοι μὲν ἀπώσαντο τὴν ἀκτῖνα, καὶ ἐν σκότῳ κάθηνται· ἡμεῖς δὲ οἱ σκότῳ συντραφέντες, πρὸς ἑαυτοὺς ἐπεσπασάμεθα τὸ φῶς, καὶ τοῦ ζόφου τῆς πλάνης ἀπηλλάγημεν. ᾿Εκεῖνοι τῆς ῥίζης τῆς ἁγίας ἦσαν κλάδοι, ἀλλ' ἐξεκλάσθησαν· ἡμεῖς οὐ μετείχομεν τῆς ῥίζης, καὶ καρπὸν εὐσεβείας ἠνέγκαμεν. ᾿Εκεῖνοι τοὺς προφήτας ἀνέγνωσαν ἐκ πρώτης ἡλικίας, καὶ τὸν προφητευθέντα ἐσταύρωσαν· ἡμεῖς οὐκ ἠκούσαμεν θείων λογίων, καὶ τὸν προφητευθέντα προσεκυνήσαμεν, Διὰ τοῦτο ἄθλιοι, ὅτι τὰ πεμφθέντα αὐτοῖς ἀγαθὰ ἁρπαζόντων ἑτέρων, καὶ πρὸς ἑαυτοὺς ἐπισπωμένων, αὐτοὶ διεκρούσαντο. Κἀκεῖνοι μὲν εἰς υἱοθεσίαν καλούμενοι, πρὸς τὴν τῶν κυνῶν συγγένειαν ἐξέπεσον· ἡμεῖς δὲ κύνες ὄντες ἰσχύσαμεν διὰ τὴν τοῦ Θεοῦ χάριν ἀποθέσθαι τὴν προτέραν ἀλογίαν, καὶ πρὸς τὴν τῶν υἱῶν ἀναβῆναι τιμήν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· πρὸς τὴν Χαναναίαν ὁ Χριστὸς ἔλεγεν, ἐκείνους μὲν τέκνα καλῶν, κύνας δὲ τοὺς ἐξ ἐθνῶν. ᾿Αλλ' ὅρα πῶς ἀντεστράφη μετὰ ταῦτα ἡ τάξις, κἀκεῖνοι μὲν ἐγένοντο κύνες, τέκνα δὲ ἡμεῖς. Βλέπετε τοὺς κύνας, Παῦλός φησι περὶ αὐτῶν, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Εἶδες πῶς κύνες ἐγένοντο οἱ πρότερον ὄντες τέκνα; Βούλει μαθεῖν πῶς οἱ πρότερον ὄντες κύνες ἡμεῖς ἐγενόμεθα τέκνα; ῞Οσοι δὲ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Οὐδὲν ἀθλιώτερον ἐκείνων, τῶν πανταχοῦ κατὰ τῆς ἑαυτῶν σωτηρίας τρεχόντων. Καὶ γὰρ ὅτε ἔδει τὸν νόμον τηρεῖν, κατεπάτησαν· καὶ νῦν ὅτε ἀναπέπαυται ὁ νόμος, φιλονεικοῦσιν αὐτὸν τηρεῖν. Τί γένοιτ' ἂν αὐτῶν ἐλεεινότερον, οἳ μὴ τῇ παραβάσει τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῇ φυλακῇ τοῦ νόμου τὸν Θεὸν παροξύνουσι; Διὰ τοῦτό φησι, Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· οὐ τῷ παραβαίνειν τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τῷ φυλάττειν ἐθέλειν ἀκαίρως. Σκληροτράχηλοι. Καὶ καλῶς εἶπε, σκληροτράχηλοι· οὐ γὰρ ἤνεγκαν τὸν ζυγὸν τοῦ Χριστοῦ, καίτοι χρηστὸς ἦν, καὶ οὐδὲν φορτικὸν εἶχεν οὔτε ἐπαχθές. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ, ῎Αρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. ᾿Αλλ' ὅμως οὐκ ἤνεγκαν διὰ τὴν σκληρότητα τοῦ αὐχένος· καὶ οὐ μόνον οὐκ ἤνεγκαν, ἀλλὰ καὶ συνέτριψαν καὶ διέῤῥηξαν. ᾿Απ' αἰῶνος γὰρ, φησὶ, συνέτριψας τὸν ζυγόν σου, διέῤῥηξας τὸν δεσμόν σου. Οὐχὶ Παῦλος λέγει ταῦτα, ἀλλ' ὁ προφήτης βοᾷ, ζυγὸν καὶ δεσμὸν τὰ σύμβολα τῆς ἀρχῆς λέγων, ὅτι παρῃτήσαντο τὴν δεσποτείαν τοῦ Χριστοῦ, λέγοντες· ῾Ημεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Συνέτριψας τὸν ζυγὸν, διέῤῥηξας τὸν δεσμὸν, ἐξέβαλες σαυτὸν τῆς οὐρανίου βασιλείας, καὶ ὑπέθηκας ἀνθρωπίναις ἀρχαῖς. Σὺ δέ μοι σκόπει, πῶς ἀκριβῶς αὐτῶν ὁ προφήτης τὸ δυσήνιον ᾐνίξατο. Οὐ γὰρ εἶπεν, ᾿Απέθου τὸν ζυγὸν, ἀλλὰ, Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων, παραιτουμένων τὴν ἀρχήν. ᾿Αλλὰ πόθεν αὕτη γέγονεν ἡ σκληρότης; ᾿Απὸ ἀδηφαγίας καὶ μέθης. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Μωϋσῆς· ῎Εφαγεν ᾿Ισραὴλ, καὶ ἐνεπλήσθη καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καθάπερ γὰρ τὰ ἄλογα, ἐπειδὰν δαψιλοῦς ἀπολαύσῃ φάτνης, εἰς πολυσαρκίαν ἐκβάντα, φιλονεικότερα καὶ δυσκάθεκτα γίνεται, καὶ οὔτε ζυγοῦ, οὔτε ἡνίας, οὔτε ἡνιόχου χειρὸς ἀνέχεται· οὕτω καὶ ὁ τῶν ᾿Ιουδαίων δῆμος, ὑπὸ τῆς μέθης καὶ πολυσαρκίας εἰς κακίαν ἐσχάτην κατενεχθέντες, ἐσκίρτησαν, καὶ οὐκ ἐδέξαντο τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὸ ἄροτρον τῆς διδασκαλίας εἵλκυσαν. ῞Οπερ οὖν καὶ ἄλλος προφήτης αἰνιττόμενος ἔλεγεν, ῾Ως δάμαλις παροιστρῶσα παροίστρησεν ᾿Ισραήλ. ῞Ετερος δὲ αὐτὸν μόσχον ἀδίδακτον ἐκάλει. Τὰ δὲ τοιαῦτα ἄλογα, πρὸς ἐργασίαν οὐκ ὄντα ἐπιτήδεια, πρὸς σφαγὴν ἐπιτήδεια γίνεται. ῞Οπερ οὖν καὶ οὗτοι πεπόνθασι, καὶ πρὸς ἐργασίαν ἀχρήστους ἑαυτοὺς καταστήσαντες, πρὸς σφαγὴν ἐπιτήδειοι γεγόνασι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Τοὺς ἐχθρούς μου, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτῶν, ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς. Τότε ἔδει σε νηστεύειν, ὦ ᾿Ιουδαῖε, ὅτε ἡ μέθη ταῦτά σε εἰργάζετο τὰ δεινὰ, ὅτε ἀσέβειαν ἔτεκεν ἡ ἀδηφαγία, οὐχὶ νῦν· νῦν γὰρ ἄκαιρος ἡ νηστεία καὶ βδελυκτή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ ῾Ησαΐας μεγαλοφώνως βοῶν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος. Διὰ τί; ῞Οτι εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τοὺς ὑποχειρίους. Εἰ δὲ, ὅτε τοὺς συνδούλους ἔτυπτες, βδελυκτή σου ἦν ἡ νηστεία, ὅτε τὸν Δεσπότην κατέσφαξας, τότε σου
προσδεκτὴ ἡ νηστεία γίνεται; Καὶ πῶς ἂν ἔχοι λόγον; Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, συντε-
τριμμένον, τεταπεινωμένον, οὐχὶ μεθύειν ὑπὸ τῆς ὀργῆς· σὺ δὲ τύπτεις τοὺς συνδούλους; Τότε μὲν οὖν
εἰς κρίσεις καὶ μάχας ἐνήστευον· νῦν δὲ εἰς ἀσελγείας καὶ τὴν ἐσχάτην ἀκολασίαν, γυμνοῖς τοῖς ποσὶν
ἐπὶ τῆς ἀγορᾶς ὀρχούμενοι· καὶ ἡ μὲν ὑπόθεσις νηστευόντων, τὸ δὲ σχῆμα μεθυόντων. ῎Ακουσον πῶς
κελεύει νηστεύειν ὁ προφήτης· ῾Αγιάσατε νηστείαν, φησίν· οὐκ εἶπε, πομπεύσατε νηστείαν· Κηρύξατε
θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευμένων γυναικῶν συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι· θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον. Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν καταγινώσκουσι τοῦ λόγου, ὅτι εἶπον, Θεάτρου καὶ συναγωγῆς οὐδὲν τὸ μέσον· ἐγὼ δὲ αὐτῶν τόλμαν καταγινώσκω, ἐὰν μὴ οὕτω νομίζωσιν. Εἰ μὲν γὰρ οἴκοθεν ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν.
γ′. Οἶδα ὅτι πολλοὶ αἰδοῦνται ᾿Ιουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόῤῥιζον ἀνασπάσαι ἐπείγομαι.Εἶπον ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν μαρτυρίαν· οὐκ εἰσὶν ᾿Ιουδαῖοι τῶν προφητῶν ἀξιοπιστότεροι. Τί οὖν ὁ προφήτης φησίν; ῎Οψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας. ῎Ενθα δὲ πόρνη ἕστηκεν, πορνεῖόν ἐστιν ὁ τόπος· μᾶλλον δὲ οὐχὶ πορνεῖον καὶ θέατρον μόνον ἐστὶν ἡ συναγωγὴ, ἀλλὰ καὶ σπήλαιον λῃστῶν, καὶ καταγώγιον θηρίων· Σπήλαιον γὰρ, φησὶν, ὑαίνης ἐγένετό μοι ὁ οἶκος ὑμῶν· οὐδὲ ἁπλῶς θηρίου, ἀλλὰ θηρίου ἀκαθάρτου. Καὶ πάλιν, ᾿Αφῆκα τὸν οἶκόν μου, ἐγκαταλέλοιπα τὴν κληρονομίαν μου. ῞Οταν δὲ ὁ Θεὸς ἀφῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; ῞Οταν ὁ Θεὸς ἀφῇ, δαιμόνων κατοικητήριον γίνεται ἐκεῖνο τὸ χωρίον. ᾿Αλλὰ πάντως
ἐροῦσιν, ὅτι καὶ αὐτοὶ τὸν Θεὸν προσκυνοῦσιν· ἀλλὰ μὴ γένοιτο τοῦτο εἰπεῖν! Οὐδεὶς ᾿Ιουδαῖος προσκυνεῖ τὸν Θεόν. Τίς ταῦτά φησιν; ῾Ο Υἱὸς τοῦ Θεοῦ. Εἰ τὸν Πατέρα γάρ μου ᾔδειτε, φησὶ, κἀμὲ ᾔδειτε ἄν· οὔτε δὲ ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου οἴδατε. Ποίαν ταύτης ἀξιοπιστοτέραν μαρτυρίαν παραγάγω; Εἰ τοίνυν τὸν Πατέρα ἀγνοοῦσι, τὸν Υἱὸν ἐσταύρωσαν, τοῦ Πνεύματος τὴν βοήθειαν ἀπεκρούσαντο,τίς οὐκ ἂν θαῤῥῶν ἀποφήνηται, τῶν δαιμόνων καταγώγιον εἶναι τὸν τόπον; Οὐ προσκυνεῖται Θεὸς ἐκεῖ, μὴ γένοιτο· ἀλλ' εἰδωλολατρείας ἐκεῖνο τὸ χωρίον λοιπόν ἐστιν· ἀλλ' ὅμως τινὲς ὡς σεμνοῖς ἐκείνοις τοῖς τόποις προσέχουσι. Καὶ ταῦτα οὐχὶ στοχαζόμενος λέγω, ἀλλ' αὐτῇ τῇ
πείρᾳ μαθών. Καὶ γὰρ πρὸ τούτων τῶν τριῶν ἡμερῶν (πιστεύσατε, οὐ ψεύδομαι) γυναῖκά τινα εὐσχήμονα καὶ ἐλευθέραν, κοσμίαν καὶ πιστὴν, εἶδον ἀναγκαζομένην ὑπό τινος μιαροῦ καὶ ἀναισθήτου, δοκοῦντος εἶναι Χριστιανοῦ (οὐ γὰρ ἂν εἴποιμι τὸν τὰ τοιαῦτα τολμῶντα Χριστιανὸν εἰλικρινῆ), εἰς τὰ τῶν ῾Εβραίων εἰσελθεῖν, κἀκεῖ παρασχεῖν ὅρκον περὶ τῶν ἀμφισβητουμένων αὐτῷ πραγμάτων· ὡς δὲ προσελθοῦσα ἡ γυνὴ πρὸς συμμαχίαν ἐκάλει, καὶ τὴν ἄνομον βίαν κωλῦσαι ἠξίου (οὐ γὰρ εἶναι θεμιτὸν αὐτῇ τῶν θείων μετασχούσῃ μυστηρίων, πρὸς ἐκεῖνον τὸν τόπον ἐλθεῖν), ἐμπρησθεὶς οὖν ὑπὸ ζήλου, καὶ πυρωθεὶς, καὶ διαναστὰς, ταύτην μὲν οὐκ εἴασα λοιπὸν ἐπὶ τὴν παρανομίαν ἑλκυσθῆναι ἐκείνην, ἐξήρπασα δὲ τῆς ἀδίκου ταύτης ἀπαγωγῆς. ᾿Επεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν ᾿Ιουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά· καὶ μακρὸν κατέτεινα πρὸς αὐτὸν λόγον, πρῶτον
μὲν, ὅτι οὐ θέμις ὅλως ὀμνύναι, οὐδὲ ἀνάγκην ἐπάγειν ὅρκων, διδάσκων ἀπὸ τῶν θείων Εὐαγγελίων· ἔπειτα, ὅτι οὐ μόνον οὐχὶ πιστὴν καὶ μεμυημένην, ἀλλ' οὐδὲ ἀμύητόν τινα πρὸς ταύτην ἕλκειν ἐχρῆν τὴν ἀνάγκην. ῾Ως δὲ ἐξέβαλον διὰ πολλῶν καὶ μακρῶν λόγων τὴν πεπλανημένην ὑπόνοιαν τῆς ἐκείνου ψυχῆς, ἠρώτων τὴν αἰτίαν, δι' ἣν τὴν ᾿Εκκλησίαν ἀφεὶς, ἐπὶ τὰ τῶν ῾Εβραίων εἷλκε συνέδρια. ῾Ο δὲ πολλοὺς ἔφη πρὸς αὐτὸν εἰρηκέναι, φοβερωτέρους τοὺς ἐκεῖ γινομένους ὅρκους εἶναι. ᾿Επὶ τούτοις ἐστέναξα, καὶ ἐνεπρήσθην ὑπὸ θυμοῦ, καὶ μετὰ ταῦτα ἐγέλων πάλιν. Τὴν μὲν γὰρ τοῦ διαβόλου κακουργίαν ὁρῶν, ἐστέναζον, οἷα τοὺς ἀνθρώπους ἀναπείθειν ἴσχυσε· τὴν δὲ ῥᾳθυμίαν τῶν ἀπατωμένων λογιζόμενος, ἐνεπιμπράμην ὑπὸ τοῦ θυμοῦ· καὶ τὴν ἄνοιαν πάλιν τῶν ἀπατηθέντων ὅση καὶ ἡλίκη τις ἦν σκοπῶν, ἐγέλων. Ταῦτα δὲ εἶπον πρὸς ὑμᾶς καὶ διηγησάμην, ἐπειδὴ πρὸς τοὺς τὰ
τοιαῦτα καὶ ποιοῦντας καὶ πάσχοντας ἀπανθρώπως καὶ ἀναλγήτως διάκεισθε· κἂν ἴδητέ τινα τῶν ἀδελ-
φῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν
εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, ᾿Εμοὶ γὰρ τί μέλει; τίς δέ μοι κοινὸς
πρὸς ἐκεῖνόν ἐστι λόγος; ἐσχάτης μισανθρωπίας καὶ Σατανικῆς ὠμότητος φθεγγόμενοι ῥήματα. Τί λέ-
γεις; ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς κοινωνῶν φύσεως, μᾶλλον δὲ, εἰ δεῖ φύσεως κοινωνίαν εἰπεῖν, κεφαλὴν μίαν ἔχων τὸν Χριστὸν, τολμᾷς εἰπεῖν, ὅτι οὐδέν σοι κοινόν ἐστι πρὸς τὰ μέλη τὰ σά; Πῶς οὖν τὸν Χριστὸν ὁμολογεῖς σὺ κεφαλὴν εἶναι τῆς ᾿Εκκλησίας; καὶ γὰρ ἡ κεφαλὴ πάντα τὰ μέλη συνάπτειν πέφυκε, καὶ πρὸς ἑαυτὰ μετὰ ἀκριβείας ἐπιστρέφειν τε καὶ συνδεῖν. Εἰ δὲ μηδὲν κοινὸν ἔχεις πρὸς τὸ μέλος σου, οὐδὲ πρὸς τὸν ἀδελφόν σου ἔχεις τι κοινὸν, οὐδὲ κεφαλὴν ἔχεις τὸν Χριστόν. ῾Ως παιδία μικρὰ φοβοῦσιν ὑμᾶς ᾿Ιουδαῖοι, καὶ οὐκ αἰσθάνεσθε. Καθάπερ γὰρ τοῖς παιδίοις ἐκείνοις προσωπεῖα δεικνύντες φοβερὰ καὶ καταγέλαστα τῶν μιαρῶν οἰκετῶν πολλοὶ (οὐ γάρ ἐστι φύσει φοβερὰ, ἀλλὰ διὰ τὸ εὐτελὲς τῆς διανοίας τοιαῦτα φαίνεται) πολὺν κινοῦσι γέλωτα· οὕτω δὴ καὶ τοὺς ἀτελεστέρους τῶν Χριστιανῶν μορμολύττονται ᾿Ιουδαῖοι. Πῶς γὰρ τὰ παρ' αὐτοῖς φοβερὰ, τὰ πολλῆς αἰσχύνης καὶ γέλωτος γέμοντα, τὰ τῶν προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου