ΑΡΧΙΚΗ

Αγίου Ιωάννου του Χρυσοστόμου -Ευχές των Κατηχουμένων.

 Στο προηγούμενο κάναμε αναφορά για την αποστασία.

Η αποστασία προήλθε από την έλλειψη κατηχήσεως και της έλλειψης  ειλικρινούς ΜΕΤΑΝΟΙΑΣ 

Οι Ευχές των Κατηχουμένων καταργήθηκαν από τους Οικουμενιστες ελάχιστοι τις λένε εν τύποις όχι στην πράξη.

 Να διαβάσουμε τι μας διδάσκει ο Ι.Χρυσόστομος για αυτές τις ευχές .  Είναι σημαντικές ναι ή όχι . ; 

Παρακάτω, πληρότητος χάριν ἔχουμε ὅλο τὸ χωρίον τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, [PG 61, 399-404]:43

 

  pdf ΕΔΩ 

  «∆ιά τοι τοῦτο καὶ τὰς εὐχὰς45 οὕτω γίνεσθαι κελεύουσιν οἱ τῆς Ἐκκλησίας νόμοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουμένων. Τοὺς γὰρ πιστοὺς ὁ νόμος διεγείρει πρὸς τὴν τῶν ἀμυήτων ἱκετηρίαν. Ὅταν γὰρ ὁ διάκονος λέγῃ, Ὑπὲρ τῶν κατηχουμένων ἐκτενῶς δεηθῶμεν, οὐδὲν ἄλλο ἢ τὸν δῆμον ἅπαντα τῶν πιστῶν διανίστησιν εἰς τὰς ὑπὲρ ἐκείνων εὐχάς. Καίτοι γε ἀλλότριοι τέως εἰσὶν οἱ κατηχούμενοι. Οὐδέπω γὰρ τοῦ σώματός εἰσι τοῦ Χριστοῦ, οὐδέπω μυστηρίων ἐκοινώνησαν, ἀλλ' ἔτι διῃρημένοι τυγχάνουσι τῆς ἀγέλης τῆς πνευματικῆς. Εἰ δὲ ὑπὲρ τούτων παρακαλεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. ∆ιὰ γὰρ τοῦτο καὶ, Ἐκτενῶς, φησὶ, δεηθῶμεν, ἵνα μὴ ὡς ἀλλοτρίους ἀποποιήσῃ, ἵνα μὴ ὡς ξένους ἀγνοήσῃ. Οὐδέπω γὰρ εὐχὴν ἔχουσι τὴν νενομισμένην καὶ εἰσενεχθεῖσαν ὑπὸ τοῦ Χριστοῦ· οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ' ἑτέρων δέονται τῶν μυσταγωγηθέντων. Ἔξω γὰρ τῶν βασιλικῶν ἑστήκασιν αὐλῶν, πόῤῥω τῶν ἱερῶν περιβόλων. ∆ιὰ τοῦτο καὶ ἀπελαύνονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων. ∆ιὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα μέλη γένωνται σὰ, ἵνα μὴ ἔτι ὦσι ξένοι καὶ ἠλλοτριωμένοι. Τὸ γὰρ, Δεηθῶμεν, οὐ τοῖς ἱερεῦσι λέγεται μόνον,46 ἀλλὰ καὶ τοῖς εἰς τὸν λαὸν συντελοῦσιν. Ὅταν γὰρ εἴπῃ, Στῶμεν καλῶς, δεηθῶμεν, πάντας, εἰς τὴν εὐχὴν παρακαλεῖ [ἐννοεῖται ὁ Διάκονος]. Εἶτα ἀρχόμενος τῆς εὐχῆς47 [ὁ Διάκονος] φησιν· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεὸς ἐπακούσῃ τῶν δεήσεων αὐτῶν. Ἵνα γὰρ μὴ λέγῃς, Τί δεηθῶμεν; ἠλλοτριωμένοι εἰσὶν, οὐδέπω συνημμένοι· πόθεν ἔχω δυσωπῆσαι τὸν Θεόν; πόθεν ἔχω πεῖσαι μεταδοῦναι ἐλέου καὶ συγγνώμης αὐτοῖς; ἵνα μὴ ταῦτα ζητῶν ἀπορῇς, ὅρα πῶς σου λύει τὴν ἀπορίαν λέγων· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεός. Ἤκουσας, Πανελεήμων Θεός; Μὴ ἀπόρει λοιπόν· ὁ γὰρ πανελεήμων πάντας ἐλεεῖ, καὶ ἁμαρτωλοὺς καὶ φίλους. Μὴ τοίνυν λέγε, Πῶς ὑπὲρ αὐτῶν προσέλθω; αὐτὸς ἐπακούσει τῶν δεήσεων αὐτῶν. ∆έησις δὲ κατηχουμένων τίς ἂν εἴη, ἀλλ' ἢ ὥστε μὴ μεῖναι κατηχουμένους; Εἶτα καὶ ὑπαγορεύει τῆς ἱκετηρίας τὸν τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν. Μέμυκε γὰρ ἔτι, καὶ βέβυσται. Ὦτα δὲ οὐ ταῦτά φησι τὰ ἔξωθεν, ἀλλὰ τὰ τῆς διανοίας. Ὥστε ἀκοῦσαι ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤῥήτων μυστηρίων,48 ἀλλὰ πόῤῥω που καὶ μακρὰν ἑστήκασι. Κἂν ἀκούσωσι δὲ,49 οὐκ ἴσασι τὰ λεγόμενα· συνέσεως γὰρ δεῖται πολλῆς ἐκεῖνα, οὐκ ἀκροάσεως μόνης· τὰς ἔνδον δὲ οὐδέπω ἔχουσιν ἀκοάς. ∆ιὸ καὶ προφητικὸν αὐτοῖς ἐπεύχεται χάρισμα· καὶ γὰρ ὁ προφήτης οὕτως ἔλεγεν· Ὁ Θεὸς δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ὅτι αὐτὸς ἀνοίγει μου τὸ στόμα, ἔδωκέ μοι πρωῒ, προσέθηκέ μοι ὠτίον ἀκούειν. Ὥσπερ γὰρ οἱ προφῆται ἄλλως ἤκουον παρὰ τοὺς πολλοὺς, οὕτω καὶ οἱ πιστοὶ παρὰ τοὺς κατηχουμένους. Ἐντεῦθεν μανθάνει καὶ ὁ κατηχούμενος, μὴ παρὰ ἀνθρώπων ταῦτα μανθάνειν, μηδὲ ἀκούειν (Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς), ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν· Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ. ∆ιό φησι· Καὶ κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· ὥστε ἔνδοθεν αὐτοῖς ἐνηχεῖσθαι. Ὡς γὰρ εἰδέναι χρὴ, οὐδέπω ἴσασι τὸν λόγον τῆς ἀληθείας. Ἵνα κατασπείρῃ τὸν φόβον αὐτοῦ ἐν αὐτοῖς. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο· τὰ μὲν γὰρ ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τῆς πέτρας. 

  ϛʹ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως αἰτοῦμεν· ἀλλ' ὥσπερ ἐπὶ γῆς λιπαρᾶς ἀνοίγει τὰς αὔλακας τὸ ἄροτρον, οὕτω καὶ ἐνταῦθα γενέσθαι δεόμεθα, ὥστε νεωθέντας ἐν τῷ βάθει τῆς διανοίας δέξασθαι τὰ καταβαλλόμενα, καὶ πᾶν ὅπερ ἤκουσαν μετὰ ἀκριβείας κατασχεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Καὶ βεβαιώσῃ τὴν πίστιν αὐτοῦ ἐν ταῖς διανοίαις αὐτοῦ [αὐτῶν]. Τουτέστιν, ἵνα μὴ ἐξεπιπολῆς κέηται, ἀλλ' ἵνα κατὰ βάθους βάλῃ τὴν ῥίζαν. Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. ∆είκνυσι διπλοῦν τὸ κάλυμμα· τὸ μὲν διὰ τὸ μεμυκέναι αὐτῶν τοὺς ὀφθαλμοὺς τῆς διανοίας, τὸ δὲ διὰ τὸ κεκαλύφθαι αὐτοῖς τὸ εὐαγγέλιον. ∆ιὸ ἀνωτέρω μὲν ἔλεγεν· Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν· ἐνταῦθα δὲ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης· τουτέστιν, ἵνα καὶ αὐτοὺς σοφοὺς ἐργάσηται καὶ ἐπιτηδείους πρὸς ὑποδοχὴν, καὶ ἵνα διδάξῃ, καὶ καταβάλῃ τὰ σπέρματα. Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν ὄφελος, τοῦ Θεοῦ μὴ ἐκκαλύπτοντος· ἄν τε ἀποκαλύψῃ, μὴ δέξωνται δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζημία περιίσταται. ∆ιὰ τοῦτο ἀμφότερα αἰτοῦμεν, ἵνα καὶ ἀνοίξῃ τὰς καρδίας, καὶ ἀποκαλύψῃ τὸ εὐαγγέλιον. Οὐδὲ γὰρ, εἰ κόσμος κέοιτο βασιλικὸς ἄνωθεν κεκαλυμμένος, ἔσται τι πλέον ὀφθαλμῶν βλεπόντων· ὥσπερ οὖν οὐδὲ γεγυμνωμένου, τούτων μὴ ἐγρηγορότων. Ταῦτα δὲ ἀμφότερα γίνεται, ἂν ἐκεῖνοι ἕλωνται πρότερον. Τί δή ἐστιν, Εὐαγγέλιον δικαιοσύνης; Τὸ ποιοῦν δικαίους. ∆ιὰ τούτων γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει τοῦ βαπτίσματος, δεικνὺς ὅτι οὐχ ἁμαρτημάτων ἀφέσεώς ἐστι μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ δικαιοσύνης ποιητικόν. Ἵνα αὐτοῖς δοίη νοῦν ἔνθεον, σώφρονα λογισμὸν, καὶ ἐνάρετον πολιτείαν. Ἀκουέτωσαν οἱ πιστοὶ, ὅσοι τοῖς βιωτικοῖς εἰσι προσηλωμένοι πράγμασιν. Εἰ γὰρ τοῖς ἀμυήτοις  κελευόμεθα ταῦτα αἰτεῖν, ἐννόησον ἐν τίσιν ἡμᾶς εἶναι χρὴ, τοὺς ταῦτα ἑτέροις αἰτοῦντας· καὶ γὰρ ἐφάμιλλον δεῖ τῷ Εὐαγγελίῳ τὴν πολιτείαν ἔχειν. ∆ιὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόμος ἀπὸ τῶν δογμάτων ἐπὶ τὴν πολιτείαν μεταβαίνει. Εἰπὼν γὰρ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἐπήγαγεν· Ἵνα δῷ αὐτοῖς νοῦν ἔνθεον. Τί δέ ἐστιν, ἔνθεον; Ἵνα ὁ Θεὸς οἰκῇ ἐν αὐτῷ· Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ὅταν γὰρ γένηται δίκαιος ὁ νοῦς, ὅταν ἀποδύσηται τὰ ἁμαρτήματα, οἶκος γίνεται τοῦ Θεοῦ· ὅταν δὲ ὁ Θεὸς ἐνοικῇ, οὐδὲν ἀνθρώπινον ἔσται λοιπόν. Καὶ οὕτω γίνεται ἔνθους ὁ νοῦς, ἅπαντα φθεγγόμενος ἐκεῖθεν, ὥσπερ οὖν καὶ οἶκος τοῦ Θεοῦ ἔνδον οἰκοῦντος. Ὁ αἰσχρολογῶν ἄρα οὐκ ἔχει ἔνθεον νοῦν, οὐδὲ ὁ εὐτραπελίᾳ καὶ γέλωτι χαίρων. Σώφρονα λογισμόν. Καὶ τί ποτέ ἐστι σώφρονα λογισμὸν ἔχειν; Τὸ τὴν ὑγείαν κεκτῆσθαι τὴν κατὰ ψυχήν· ὡς ὅ γε κατεχόμενος ἐπιθυμίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοημένος, οὐκ ἂν εἴη σώφρων, τουτέστιν, ὑγιής. Καὶ ὥσπερ ὁ νοσῶν καὶ τῶν οὐ προσηκόντων ἐπιθυμεῖ, οὕτω καὶ οὗτος. Καὶ ἐνάρετον πολιτείαν. Τὰ γὰρ δόγματα πολιτείας χρείαν ἔχει. Ἀκούσατε τούτων, οἱ πρὸς τῷ τέλει τοῦ βίου ἐπὶ τὸ βάπτισμα ἰόντες. Ἡμεῖς μὲν γὰρ εὐχόμεθα, ἵνα μετὰ τὸ βάπτισμα καὶ πολιτείαν σχῆτε· σὺ δὲ σπεύδεις καὶ πάντα ποιεῖς, ὥστε πολιτείας ἔρημος ἀπελθεῖν. Τί γὰρ, εἰ καὶ δίκαιος γίνῃ, ἀλλ' ἀπὸ τῆς πίστεως μόνης; Ἡμεῖς δὲ καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων εὐχόμεθα σχεῖν παῤῥησίαν. ∆ιαπαντὸς τὰ αὐτοῦ νοεῖν, τὰ αὐτοῦ φρονεῖν, τὰ αὐτοῦ μελετᾷν. Σώφρονα γὰρ λογισμὸν καὶ ἐνάρετον πολιτείαν οὐ μίαν ἡμέραν οὐδὲ δύο καὶ τρεῖς αἰτοῦμεν μόνον, ἀλλὰ διὰ παντὸς τοῦ βίου καὶ τῆς ζωῆς, καὶ τὴν ὑπόθεσιν τῶν ἀγαθῶν ἁπάντων, τὸ τὰ αὐτοῦ φρονεῖν. Οἱ γὰρ πολλοὶ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Πῶς οὖν τοῦτο ἂν γένοιτο; δεῖ γὰρ μετὰ τῆς εὐχῆς50 καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν. Ἐὰν ἐν τῷ νόμῳ αὐτοῦ καταγινώμεθα ἡμέρας καὶ νυκτός· διὸ καὶ ἐπάγει τοῦτο αἰτῶν· Ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι. Καὶ ὥσπερ ἄνω τὸ, ∆ιαπαντὸς, εἶπεν, οὕτως ἐνταῦθα, Ἡμέρας καὶ νυκτός. ∆ιὸ καὶ αἰσχύνομαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυτοῦ μόλις ἐν ἐκκλησίᾳ φαινομένους. Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι' ἡμέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁμιλεῖν τῷ νόμῳ, ἀλλὰ καταγίνεσθαι κελευόμενοι, τουτέστι προσαδολεσχεῖν, καὶ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάσσειν; 

  ζʹ. Εἶδες σειρὰν ἀρίστην, καὶ πῶς ἕκαστον αὐτῶν τοῦ πλησίον ἔχεται, πάσης χρυσῆς ἁλύσεως ἀσφαλέστερόν τε καὶ εὐπρεπέστερον συγκείμενον; Αἰτήσας γὰρ νοῦν ἔνθεον, λέγει πῶς ἂν γένοιτο οὗτος. Πῶς δ' ἂν γένοιτο; Ἐκ τοῦ διαπαντὸς αὐτὸν μελετᾷν. Τοῦτο δὲ πῶς ἂν συμβαίη; Ἐκ τοῦ τῷ νόμῳ προσέχειν διηνεκῶς. Πῶς δ' ἂν πεισθείησαν ἄνθρωποι τοῦτο, Εἰ τὰς ἐντολὰς αὐτοῦ τηροῖεν· μᾶλλον δὲ ἐκ τοῦ τῷ νόμῳ προσέχειν, καὶ τὸ τὰς ἐντολὰς τηρεῖν γίνεται· ὥσπερ οὖν καὶ ἐκ τοῦ τὰ αὐτοῦ φρονεῖν καὶ ἔνθεον ἔχειν νοῦν, τὸ τὰ αὐτοῦ μελετᾷν. Ἕκαστον γὰρ τῶν εἰρημένων καὶ συγκατασκευάζει τὸ πλησίον, καὶ συγκατασκευάζεται παρ' αὐτοῦ, συνέχον τε αὐτὸ καὶ συνεχόμενον παρ' αὐτοῦ. Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Ἐπειδὴ γὰρ ἐν τῷ μακρῷ λόγῳ καταδαρθάνειν εἴωθεν ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι. Μεγάλα γὰρ βούλεταί τινα αἰτῆσαι πάλιν καὶ ὑψηλά· διό φησιν· Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Τί δὲ τοῦτό ἐστιν; Ἵνα ἐξέληται αὐτοὺς ἀπὸ παντὸς πονηροῦ καὶ ἀτόπου πράγματος. Ἐνταῦθα τὸ μὴ εἰσελθεῖν εἰς πειρασμὸν καὶ τὸ πάσης ἐπιβουλῆς ἀπαλλαγῆναι αἰτοῦμεν αὐτοῖς σωματικῶν τε ὁμοῦ καὶ πνευματικῶν· διὸ καὶ ἐπάγει λέγων· Ἀπὸ παντὸς ἁμαρτήματος διαβολικοῦ, καὶ πάσης περιστάσεως τοῦ Ἀντικειμένου· τοὺς πειρασμοὺς δηλῶν καὶ τὰς ἁμαρτίας. 

  Εὐπερίστατον γὰρ ἡ ἁμαρτία, πάντοθεν ἱσταμένη, ἔμπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡμᾶς καταβάλλουσα. Ἐπειδὴ γὰρ εἶπεν ἃ δεῖ γενέσθαι παρ' ἡμῶν, ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάττειν· πείθει λοιπὸν, ὅτι οὐδὲ ταῦτα ἀρκεῖ, ἂν μὴ αὐτὸς παρῇ καὶ βοηθῇ. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καὶ μάλιστα ἐπὶ τούτων, οἳ ἔτι πρόκεινται τῷ διαβόλῳ, καὶ ὑπὸ τὴν ἀρχήν εἰσι τὴν αὐτοῦ. Καὶ ἴστε ταῦτα οἱ μεμυημένοι. Ἀναμνήσθητε γοῦν τῶν ῥημάτων ἐκείνων, δι' ὧν ἀπετάξασθε αὐτοῦ τῇ τυραννίδι, γόνυ κλίναντες, καὶ πρὸς τὸν Βασιλέα αὐτομολήσαντες, καὶ τὰ φρικώδη ἐκεῖνα φθεγξάμενοι ῥήματα, δι' ὧν παιδευόμεθα μηδὲν αὐτῷ καθόλου πείθεσθαι Ἀντικείμενον δὲ αὐτὸν καλεῖ καὶ διάβολον, ἐπειδὴ καὶ Θεὸν πρὸς ἀνθρώπους διαβάλλει, καὶ ἡμᾶς πρὸς Θεὸν, καὶ πάλιν ἡμᾶς αὐτοὺς πρὸς ἀλλήλους· ποτὲ μὲν γὰρ τὸν Ἰὼβ πρὸς τὸν Θεὸν, λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον; καὶ πάλιν τὸν Θεὸν πρὸς τὸν Ἰώβ· Πῦρ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ· καὶ πρὸς τὸν Ἀδὰμ πάλιν τὸν Θεὸν, ὅτε ἔλεγε διανοιχθήσεσθαι αὐτῶν τοὺς ὀφθαλμούς· καὶ πρὸς πολλοὺς τῶν νῦν ἀνθρώπων, λέγων· Οὐ προνοεῖ Θεὸς τῶν ὁρωμένων, ἀλλὰ δαίμοσιν ἀφῆκε τὰ καθ' ὑμᾶς· καὶ πρὸς πολλοὺς δὲ τῶν Ἰουδαίων τὸν Χριστὸν διέβαλε, πλάνον καὶ γόητα καλῶν. Πῶς δὲ ἐνεργεῖ, ἴσως βούλεταί τις ἀκοῦσαι. Ὅταν μὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν μὴ σώφρονα ψυχὴν, ὅταν μὴ μνημονεύῃ τῶν ἐντολῶν τοῦ Θεοῦ, μηδὲ φυλάσσῃ τὰ δικαιώματα αὐτοῦ, τότε αἰχμάλωτον λαβὼν ἄπεισιν. Ὁ γοῦν Ἀδὰμ εἰ ἐμνημόνευε τῆς ἐντολῆς λεγούσης, Ἀπὸ παντὸς ξύλου φαγῇ, εἰ ἐφύλασσε τὸ δικαίωμα τὸ λέγον, Ἧ ἂν ἡμέρᾳ φάγητε, τότε θανάτῳ ἀποθανεῖσθε· οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἵνα καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὰ μὲν γὰρ παρόντα αἰτοῦμεν, τὰ δὲ μέλλοντα· καὶ φιλοσοφοῦμεν ὑπὲρ τοῦ λουτροῦ, καὶ ἐν τῇ αἰτήσει παιδεύομεν αὐτοὺς εἰδέναι αὐτοῦ τὴν ἰσχύν. Ἐντεῦθεν γὰρ ἤδη ὁ λόγος αὐτοὺς συνεθίζει εἰδέναι, ὅτι ἀναγέννησις τὸ πρᾶγμά ἐστι, καὶ πάλιν γεννώμεθα, ὥσπερ ἀπὸ τῆς μήτρας, οὕτως ἀπὸ τῶν ὑδάτων· ἵνα μὴ λέγωσι κατὰ τὸν Νικόδημον, Πῶς δύναταί τις γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Εἶτα, ἐπειδὴ ἄφεσιν εἶπεν ἁμαρτιῶν, διὰ τῶν ἑξῆς αὐτὴν πιστοῦται λέγων· Τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ὁ γὰρ υἱότητα ἐνδυόμενος, δῆλον ὅτι ἄφθαρτος γίνεται. Τί δέ ἐστιν, Ἐν καιρῷ εὐθέτῳ; Ὅταν εὖ διακείμενος ᾖ, ὅταν μετὰ προθυμίας καὶ πίστεως προσίῃ· τοῦ γὰρ πιστοῦ καιρὸς εὔθετος οὗτός ἐστιν. Ἵνα εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους, πάντα τὸν βίον αὐτῶν. Ἐνταῦθα δὲ καὶ σωματικόν τι αἰτεῖν κελεύονται, ὡς ἔτι ἀσθενέστεροι ὄντες. Τοὺς οἴκους αὐτῶν, καὶ τὰς οἰκετίας. Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας. Ταῦτα γὰρ ἦν τῆς Παλαιᾶς τὰ ἔπαθλα· καὶ οὐδὲν οὕτω δεινὸν ἐδόκει εἶναι, ὡς χηρεία, ὡς ἀπαιδία, ὡς τὰ πένθη τὰ ἄωρα, ὡς τὸ ἐν λιμῷ εἶναι, ὡς τὸ μὴ ἐξ οὐρίας τὰ πράγματα αὐτοῖς φέρεσθαι. ∆ιὰ δὴ τοῦτο καὶ τούτους ἀφίησιν ἐμφιλοχωρεῖν ταῖς αἰτήσεσι ταῖς σωματικωτέραις, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ποιεῖ, τοῦτο καὶ ὁ Παῦλος, παλαιῶν μεμνημένος εὐλογιῶν· ὁ μὲν Χριστὸς, ὅταν λέγῃ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι γῆν· ὁ δὲ Παῦλος, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Τὰ τέκνα αὐτῶν ἵνα αὐξήσας εὐλογήσῃ, καὶ εἰς μέτρον ἡλικίας ἀγαγὼν σοφίσῃ. 

  ηʹ. Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν, ἅτε νηπιωδέστερον διακειμένοις. Εἶτα τὸ ὕστερον καθόλου πνευματικόν· Ἵνα κατευθύνῃ αὐτοῖς πάντα τὰ προκείμενα πρὸς τὸ συμφέρον. Οὐ γὰρ ἁπλῶς τὰ προκείμενα, ἀλλὰ πρὸς τὸ συμφέρον. Πολλάκις γὰρ πρόκειται ἀποδημία, ἀλλ' οὐ συμφέρει· ἕτερόν τι τοιοῦτον, ἀλλ' οὐκ ἔστι λυσιτελοῦν. Ἀπὸ τούτων παιδεύονται ἐν πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, ὡς συμφερόντως γινομένοις. Καὶ μετὰ ταῦτα πάντα ἐγείρεσθαι κελεύει λοιπόν. Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας. Τὰ μὲν γὰρ ἡμεῖς λέγομεν, τὰ δὲ αὐτοῖς ἐπιτρέπομεν, ἤδη τὰς θύρας αὐτοῖς ἀνοίγοντες τοῦ αἰτεῖν· καθάπερ τοὺς παῖδας πρότερον μὲν αὐτοὶ διδάσκομεν, ἔπειτα δὲ καὶ δι' ἑαυτῶν φθέγγεσθαι κελεύομεν λέγοντες· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε, οἱ κατηχούμενοι. Ἔστι γὰρ ἄγγελος κόλασιν ἔχων, ὡς ὅταν λέγῃ· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ἔστιν ὀλοθρευτής. ∆ιὰ τοῦτο τὸν ἄγγελον τῆς εἰρήνης κελεύομεν αἰτεῖν, παιδεύοντες, ὃ πάντων ἐστὶ σύνδεσμος τῶν ἀγαθῶν, εἰρήνη, τοῦτο ζητεῖν, ὥστε πάσης ἀπηλλάχθαι μάχης, παντὸς πολέμου, πάσης στάσεως. Εἰρηνικὰ ὑμῖν πάντα τὰ προκείμενα. Κἂν γὰρ φορτικὸν ᾖ τι, εἰρήνην δὲ ἔχῃ, κοῦφόν ἐστι. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς μάχη καὶ ἔχθρα καὶ πόλεμος. Εἰρηνικὴν τὴν παροῦσαν ἡμέραν, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν αἰτήσασθε. Εἶδες πῶς πάλιν ὁλόκληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι; Χριστιανὰ ὑμῶν τὰ τέλη· τὸ κεφάλαιον τῶν ἀγαθῶν, τὸ καλὸν καὶ τὸ συμφέρον. Ὃ γὰρ μὴ καλὸν, οὐδὲ συμφέρον. Ἄλλη γὰρ παρ' ἡμῖν τῶν συμφερόντων ἡ φύσις παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν. Ἑαυτοὺς τῷ ζῶντι Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ παραθέσθαι. Οὔπω γὰρ τῶν ὑπὲρ ἑτέρων αὐτοῖς ἐπιτρέπομεν, ἀλλ' ἀγαπητὸν ὑπὲρ αὑτῶν δύνασθαι δεῖσθαι. Εἶδες εὐχὴν51 ἀπηρτισμένην, καὶ δογμάτων ἕνεκεν καὶ πολιτείας; Ὅταν γὰρ Εὐαγγέλιον εἴπωμεν, ὅταν ἔνδυμα ἀφθαρσίας, ὅταν λουτρὸν παλιγγενεσίας, τὰ δόγματα εἴπομεν πάντα· ὅταν νοῦν ἔνθεον, ὅταν σώφρονα λογισμὸν, ὅταν τὰ ἄλλα ἅπερ εἰρήκαμεν, τὴν πολιτείαν ᾐνιξάμεθα. Εἶτα κλῖναι τὰς κεφαλὰς κελεύομεν, τεκμήριον τοῦ τὰς εὐχὰς ἀκουσθῆναι ποιούμενοι τὸ τὸν Θεὸν εὐλογεῖν. Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν, ἀλλὰ διὰ τῆς ἐκείνου χειρὸς καὶ γλώττης αὐτῷ προσάγομεν τῷ Βασιλεῖ τὰς κεφαλὰς τῶν παρεστώτων. Καὶ ἐπιβοῶσιν ἅπαντες τὸ, Ἀμήν. Ταῦτα δέ μοι πάντα τίνος ἕνεκεν εἴρηται; Ἵνα διδάξω ὅτι τὸ ἑτέρων δεῖ ζητεῖν, ἵνα μὴ νομίσωσιν οἱ πιστοὶ μηδὲν εἶναι πρὸς αὐτοὺς, ὅταν ταῦτα λέγηται. Οὐ γὰρ δὴ τοῖς τοίχοις ὁ διάκονος λέγει· ∆εηθῶμεν ὑπὲρ τῶν κατηχουμένων. Ἀλλά τινες οὕτως εἰσὶν ἀνόητοι καὶ βλᾶκες καὶ διαλελυμένοι, ὡς μὴ μόνον ἐν τῷ καιρῷ τῶν κατηχουμένων, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν πιστῶν52 ἑστάναι καὶ διαλέγεσθαι.53 Ἐντεῦθεν πάντα διέστραπται, ἐντεῦθεν πάντα ἀπόλωλεν, ὅτι ἐν τῷ καιρῷ, ἐν ᾧ μάλιστα δεῖ τὸν Θεὸν καταλλάττειν, ἐν τούτῳ παροξύνοντες ἄπιμεν. Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούντων, ὑπὲρ γῆς καὶ θαλάσσης, ὑπὲρ ἀέρων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης κελευόμεθα προσιέναι τῷ φιλανθρώπῳ Θεῷ. Ὅταν οὖν οἱ τοσαύτην ὀφείλοντες ἔχειν παῤῥησίαν, ὡς ὑπὲρ ἀλλοτρίων δεῖσθαι, μηδὲ ὑπὲρ ἑαυτῶν νήφοντες προσευχώμεθα, τίς ἡμῖν ἡ ἀπολογία; ποία συγγνώμη; ∆ιὸ δὴ παρακαλῶ ταῦτα πάντα ἐννοήσαντας, εἰδέναι καιρὸν εὐχῆς,54 καὶ μεταρσίους γίνεσθαι, καὶ ἀπαλλάττεσθαι τῆς γῆς, καὶ αὐτῶν ἅπτεσθαι τῶν ἁψίδων τοῦ οὐρανοῦ, ἵνα δυνηθῶμεν τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»

 ΟΡΘΟΔΟΞΟΣ ΔΙΔΑΣΚΑΛΙΑ: Η Εκκλησία του Χριστού γέμισε με μέλη ανάξια γιαυτό υπάρχει αποστασία. Ποιά είναι η αιτία της αποστασίας;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΨΗΦΙΑΚΟ ΠΟΡΤΟΦΟΛΙ

 

Δημοφιλείς αναρτήσεις