ΑΡΧΙΚΗ

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ Μέρος ΣΤ

ΑΥΤΗ ΤΗΝ ΑΓΙΑ ΚΑΙ 1η ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟ ΑΤΙΜΑΣΕ Ο ΒΑΡΘΟΛΟΜΑΙΟΣ ΠΕΡΙ  ΤΟΥ ΠΑΣΧΑ.

 ΟΡΘΟΔΟΞΟΣ ΔΙΔΑΣΚΑΛΙΑ: Ανακοινωθέν Ι’ Συνάξεως της Ιεραρχίας του Οικουμενικού Θρόνου

Ανακοινωθέν Ι’ Συνάξεως της Ιεραρχίας του Οικουμενικού Θρόνου

ΣΥΝΕΧΕΙΑ ΜΕ  ΤΑ ΟΡΘΟΔΟΞΑ  ΚΕΙΜΕΝΑ

 ΠΡΟΛΕΓΟΜΕΝΑ Ἡ Ἁγία Οἰκουμενικὴ (1) πρώτη Σύνοδος συνεκροτήθη ἐν Νικαία τῆς Βιθυνίας ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, κατὰ τὸ ἀπὸ Χριστοῦ 325 ἔτος.

.... παρέδωκε τὸ κοινόν, καὶ ἐγνωσμένον παρὰ πᾶσι θεῖον, καὶ ἱερὸν τῆς ὀρθοδόξου ἡμῶν πίστεως Σύμβολον, ἐν ὢ τόν του Θεοῦ Υἱὸν καὶ Λόγον, Θεὸν ἀληθινὸν ἀνεκήρυξεν, ὁμοούσιον μὲ τὸν Πατέρα, ἤτοι τὴν αὐτὴν οὐσίαν καὶ φύσιν μὲ τὸν Πατέρα ἔχοντα, καὶ ἑπομένως τὴν αὐτὴν δόξαν, καὶ ἐξουσίαν, καὶ κυριότητα, καὶ ἀϊδιότητα, καὶ πάντα τὰ λοιπὰ θεοπρεπῆ τῆς θείας φύσεως ἰδιώμτα• ἔχει δὲ ἐπὶ λέξεως οὕτω• «Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα πάντων ὁρατῶν τε, καὶ ἀοράτων ποιητήν. Καὶ εἲς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τοῦτ’ ἐστὶν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὗ ποιηθέντα, ὁμοούσιον(2) τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὰ ἐν τῷ Οὐρανῷ, καὶ τὰ ἐν τῇ γῆ. Τὸν δι΄ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα. Παθόντα• ἀναστάντα τῇ Τρίτῃ ἡμέρᾳ• καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρός. Πάλιν ἐρχόμενον κρίναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα• τοὺς δὲ λέγοντας, ὅτι ἢν πότε, ὅτε οὐκ ἤν, καὶ πρὶν γεννηθῆναι οὒκ ἤν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἡ ἐξ ἑτέρας ὑποστάσεως, ἡ οὐσίας φάσκοντας εἶναι, ἡ τρεπτόν, ἡ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.» (1) Τοῦτο δὲ τὸ Σύμβολον, ὁ μὲν Ἱεροσολύμων Θεόδωρος πίστεως ὀρθὴν ὁμολογίαν ὠνόμασεν: ὁ δὲ Ῥώμης Δάμασος, τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου. Καὶ ἁπλῶς παρὰ πάσης τῆς Ἐκκλησίας καλεῖται ἡ χαρακτηριστικὴ σημαία, καὶ τὸ φλάμπουρον τῶν ὀρθοδόξων, διὰ μέσου τοῦ ὁποίου αὐτοί, ὡς ἀληθεῖς στρατιῶται τοῦ Χριστοῦ, διακρίνονται ἀπὸ τοὺς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ ἀπὸ τοὺς ὑποκρινομένους μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, διακρίνονται ἀπὸ τοὺς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ ἀπὸ τοὺς ὑποκρινομένους μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ὄντας δὲ ψευδαδέλφους καὶ κακοδόξους. Καὶ οἱ στρατιῶται γὰρ διὰ συμβόλων διακρίνουσι τοὺς συστρατιώτας αὐτῶν ἀπὸ τοὺς ὑπεναντίους. Ὅθεν καὶ ἐκ μεταφορᾶς τῶν στρατιωτικῶν συμβόλων ὠνομάσθη καὶ τὸ τῆς πίστεως σύμβολον. Παρέδωκε δὲ καὶ τὸν περὶ τοῦ Πάσχα διωρισμόν, ὂν νῦν κράτει ἀπαράτρωτον ἡ καθολικὴ Ἀνατολικὴ Ἐκκλησία,(περὶ οὐ ὅρᾳ τὸν ζ΄ Ἀποστολικόν, καὶ τὸν α΄. τῆς α΄ τῆς ἐν Ἀντιοχείᾳ.) 

 

 ΚΑΝΟΝΕΣ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ Ζ, Ι, ΙΑ, Ο, ΟΑ, ΞΕ ...

Κανὼν Ζ´

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, τὴν ἁγίαν τοῦ Πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσοι, καθαιρείσθω.

 

Κανὼν Ι´

Εἴ τις ἀκοινωνήτῳ κἄν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω.

Κανὼν ΙΑ´

Εἴ τις καθῃρημένῳ κληρικὸς ὤν κληρικῷ συνεύξηται, καθαιρείσθω καὶ αὐτός.

 

Κανὼν ΜΕ´

Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, αἱρετικοῖς συνευξάμενος μόνον, ἀφοριζέσθω· εἰ δὲ ἐπέτρεψεν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαί τι, καθαιρείσθω.

Κανὼν ΜΣΤ´

Ἐπίσκοπον, ἢ πρεσβύτερον, αἱρετικῶν δεξαμένους βάπτισμα ἢ θυσίαν, καθαιρεῖσθαι προστάττομεν. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;

 

Κανὼν ΞΕ´

 Εἴ τις κληρικός, ἢ λαϊκός, εἰσέλθῃ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καὶ καθαιρείσθω καὶ ἀφοριζέσθω.

 

Κανὼν ΞΘ´

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τὴν ἁγίαν Τεσσαρακοστὴν τοῦ Πάσχα οὐ νηστεύει, ἢ τετράδα, ἢ παρασκευήν, καθαιρείσθω, ἐκτὸς εἰ μὴ δι᾿ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.

Κανὼν Ο´

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν, νηστεύοι μετὰ Ἰουδαίων, ἢ ἑορτάζοι μετ᾿ αὐτῶν, ἢ δέχοιτο παρ᾿ αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα ἤ τι τοιοῦτον, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.

Κανὼν ΟΑ´

Εἴ τις χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν, ἢ εἰς συναγωγὴν Ἰουδαίων, ἐν ταῖς ἑορταῖς αὐτῶν, ἢ λύχνους ἅπτοι, ἀφοριζέσθω.

Κανὼν ΟΒ´

Εἴ τις κληρικός, ἢ λαϊκός, ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρόν, ἢ ἔλαιον, ἀφοριζέσθω, καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ᾿ οὗ ἔλαβεν.

 

Κανόνες τῆς ἐν Ἀντιοχείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Ἀντιοχείᾳ τῆς Συρίας (341 μ.Χ.)

Κανὼν Α´

Πάντας τοὺς τολμῶντας παραλύειν τὸν ὅρον τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους Πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἐπιμένοιεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδογμένα, καὶ ταῦτα εἰρήσθω περὶ τῶν λαϊκῶν. Εἰ δέ τις τῶν προεστώτων τῆς ἐκκλησίας, ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, μετὰ τὸν ὅρον τοῦτον τολμήσειεν ἐπὶ διαστροφῇ τῶν λαῶν καὶ ταραχῇ τῶν ἐκκλησιῶν ἰδιάζειν, καὶ μετὰ τῶν Ἰουδαίων ἐπιτελεῖν τὸ Πάσχα· τοῦτον ἡ ἁγία σύνοδος ἐντεῦθεν ἤδη ἀλλότριον ἔκρινε τῆς ἐκκλησίας, ὡς οὐ μόνον ἑαυτῷ ἁμαρτίας ἐπισωρεύοντα, ἀλλὰ πολλοῖς διαφθορᾶς καὶ διαστροφῆς γινόμενον αἴτιον· καὶ οὐ μόνον τοὺς τοιούτους καθαιρεῖ τῆς λειτουργίας, ἀλλὰ καὶ τοὺς τολμῶντας τούτοις κοινωνεῖν μετὰ τὴν καθαίρεσιν. Τοὺς δὲ καθαιρεθέντας ἀποστερεῖσθαι καὶ τῆς ἔξωθεν τιμῆς, ἧς ὁ ἅγιος Κανὼν καὶ τὸ τοῦ Θεοῦ ἱερατεῖον μετείληφεν.

 

Κανόνες τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Λαοδικείᾳ τῆς Φρυγίας (περὶ 357 καὶ 368 μ.Χ.)

 ΚΑΝΟΝΕΣ ΛΑΟΔΙΚΕΙΑΣ ΛΖ, ΛΗ , ΛΘ ...

Κανὼν ΛΑ´

Ὅτι οὐ δεῖ πρὸς πάντας αἱρετικοὺς ἐπιγαμίας ποιεῖν, ἤ διδόναι υἱούς, ἢ θυγατέρας, ἀλλὰ μᾶλλον λαμβάνειν, εἴγε ἐπαγγέλοιντο Χριστιανοὶ γίνεσθαι.

Κανὼν ΛΒ´

Ὅτι οὐ δεῖ αἱρετικῶν εὐλογίας λαμβάνειν, αἵτινές εἰσιν ἀλογίαι μᾶλλον, ἢ εὐλογίαι.

Κανὼν ΛΓ´

Ὅτι οὐ δεῖ αἱρετικοῖς, ἢ σχισματικοῖς συνεύχεσθαι.

Κανὼν ΛΔ´

Ὅτι οὐ δεῖ πάντα Χριστιανὸν ἐγκαταλείπειν μάρτυρας Χριστοῦ, καὶ ἀπιέναι πρὸς τοὺς ψευδομάρτυρας, τουτέστιν αἱρετικῶν, ἢ αὐτοὺς πρὸς τοὺς προειρημένους αἱρετικοὺς γενομένους· οὗτοι γὰρ ἀλλότριοι τοῦ Θεοῦ τυγχάνουσιν. Ἔστωσαν οὖν ἀνάθεμα οἱ ἀπερχόμενοι πρὸς αὐτούς.

Κανὼν ΛΕ´

Ὅτι οὐ δεῖ Χριστιανοὺς ἐγκαταλείπειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἀπιέναι, καὶ ἀγγέλους ὀνομάζειν, καὶ συνάξεις ποιεῖν, ἅπερ ἀπηγόρευται. Εἴ τις οὖν εὑρεθῇ ταύτῃ κεκρυμμένῃ εἰδωλολατρείᾳ σχολάζων, ἔστω ἀνάθεμα, ὅτι ἐγκατέλιπε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ εἰδωλολατρείᾳ προσῆλθεν.

Κανὼν ΛΣΤ´

Ὅτι οὐ δεῖ ἱερατικοὺς ἢ κληρικούς, μάγους ἢ ἐπαοιδοὺς εἶναι, ἢ μαθηματικούς, ἢ ἀστρολόγους, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἅτινά ἐστι δεσμωτήρια τῶν ψυχῶν αὐτῶν. Τοὺς δὲ φοροῦντας, ῥίπτεσθαι ἐκ τῆς ἐκκλησίας ἐκελεύσαμεν.

Κανὼν ΛΖ´

Ὅτι οὐ δεῖ παρὰ τῶν Ἰουδαίων, ἢ αἱρετικῶν, τὰ πεμπόμενα ἑορταστικὰ λαμβάνειν, μηδὲ συνεορτάζειν αὐτοῖς.

Κανὼν ΛΗ´

Ὅτι οὐ δεῖ παρὰ τῶν Ἰουδαίων ἄζυμα λαμβάνειν, ἢ κοινωνεῖν ταῖς ἀσεβείαις αὐτῶν.

Κανὼν ΛΘ´

Ὅτι οὐ δεῖ τοῖς ἔθνεσι συνεορτάζειν, καὶ κοινωνεῖν τῇ ἀθεότητι αὐτῶν.

 

Κανόνες τῆς ἐν Καρθαγένῃ Τοπικῆς Συνόδου Ξ, ΠΑ, ΡΙΖ

Συνεκλήθη ἐν Καρθαγένῃ τῆς Ἀφρικῆς (419 μ.Χ.)

 περισσότερα διαβάστε ΕΔΩ 

 ΟΡΘΟΔΟΞΟΣ ΔΙΔΑΣΚΑΛΙΑ: Τι είναι το Ι.Πηδάλιο;;;

Καταργεῖται ἡ νηστεία τοῦ Μ. Σαββάτου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ιερομάρτυς Άγιος Σεραφείμ επίσκοπος Φαναρίου, το κλέος των Αγράφων.

  Ιερομάρτυς Άγιος Σεραφείμ επίσκοπος Φαναρίου, το κλέος των Αγράφων.

Δημοφιλείς αναρτήσεις