Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια. Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ταῖς πολυτρόποις ἰδέαις τῶν βασάνων, ἐναπεκδυσάμενοι τοὺς τῆς νεκρώσεως, χιτῶνας Μάρτυρες ἔνδοξοι, τῆς ἀφθαρσίας, θεῖον ἱμάτιον ἐνεδύσασθε, καὶ νῦν τὰ οὐράνια περιπολεύετε, τῷ θεϊκῷ θρόνῳ πάντοτε, παρεστηκότες, λελαμπρυσμένοι θεομακάριστοι· ὅθεν ἐν πίστει τὴν ὑπέρλαμπρον, μνήμην ὑμῶν ἑορτάζομεν, καὶ λειψάνων τήν θήκην, ἱερῶς περιπτυσσόμεθα.
Ἦχος δ'
Ἐξ ἀσθενείας βροτῶν δύναμις θεία, ἰάσεων πρόεισι τοῖς προσπέλάζουσι, κόνις βραχεῖα τοῦ σώματος, τῶν Ἀθλοφόρων, πηγὰς θαυμάτων βρύει ἐν χάριτι, προσέλθωμεν ἄνθρωποι καὶ ἀρυσώμεθα, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, ἀναβοῶντες, χαριστηρίους φωνὰς καὶ λέγοντες· Σῶτερ τοῦ κόσμου, δι' ὃν ἤθλησαν, οἱ σεπτοὶ Ἀθληταὶ καρτερώτατα, ταῖς αὐτῶν ἱκεσίαις, πάσης βλάβης ἐλευθέρωσον.
Ἦχος δ'
Οἱ ἐπὶ χρόνους μακροὺς ἐγκεκρυμμένοι, καλλίνικοι Μάρτυρες νῦν πεφανέρωνται, καθάπερ ὄλβος πολύτιμος, τὴν Βασιλίδα, καταπλουτίζοντες πασῶν πόλεων, παλάμαις φερόμενοι, ἀρχιερέως σοφοῦ, καὶ εἰς ναὸν κομιζόμενοι, σεπτῶς τόν, θεῖον, καὶ τοῖς αἰτοῦσι διανεμόμενοι, εἰς πᾶσαν ῥῶσιν, εἰς ὠφέλειαν, εἰς φωτισμόν, εἰς ἀντίληψιν, τῶν αὐτοὺς δεχομένων, ὡς πιστοὺς Θεοῦ θεράποντας.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ἐξαγορεύσω Ἁγνὴ σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα· εἰ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνοιγομένων, πασῶν τῶν βίβλων φανερωθήσονται. Ὄμματα ἐρρύπωσα, βλέπων τὰ ἄτοπα, χεῖρας ἀθέσμως ἐμόλυνα, ταῖς αἰσχρουργίαις, σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις· ἐλέησον οἴκτειρον, καὶ μερίδος με δεῖξον, σωζομένων ταῖς πρεσβείαις σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον τὸν σὸν Υἱὸν καὶ Θεόν, τῶν ἐφ' ὑδάτων κρεμάσαντα τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος. Ἀπολυτίκιον τῶν Ἁγίων Μαρτύρων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανών α', ᾨδὴ α', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».Μαρτυρικαῖς ἠγλαϊσμένοι χάρισι, καὶ τῷ μεγάλῳ φωτί, ὁλολαμπεὶς πόθῳ, παρεστῶτες Μάρτυρες, τὰ νέφη τῶν ψυχῶν ἡμῶν, καὶ παθῶν τὸν χειμῶνα διασκεδάσατε χάριτι, τοῦ παντοδυνάμου Θεοῦ ἡμῶν.Ἀνατεθεὶς ὁ τῶν Μαρτύρων ὅμιλος, τῷ παντεπόπτῃ Θεῷ, καὶ τῷ αὐτοῦ πόθῳ, τὰς ψυχὰς προσδήσαντες, διέλυσαν τὸν σύνδεσμον, τῆς κακίας καὶ λύσιν, τῶν ἁμαρτημάτων βραβεύουσι, πίστει τοῖς αὐτοὺς μακαρίζουσιν.Οἱ φανερῶς τὸν πονηρὸν συντρίψαντες, πόνοις ἀθλήσεως, καὶ φθονερῶς χρόνοις, πλείοσι κρυπτόμενοι, σήμερον πεφανέρωνται, καὶ χερσὶν Ἱερέως, θεόφρονος συγκομίζονται, κόσμῳ σωτηρίαν βραβεύοντες.
Θεοτοκίον
Ἐξ ὁρατῶν καὶ ἀοράτων ῥῦσαί με, Παρθενομῆτορ ἐχθρῶν, ἡ τὸν Θεὸν Λόγον, ὁρατὸν γεννήσασα, ἀόρατον ὑπάρχοντα, καὶ παθῶν μου τὸν σάλον, τῇ σῇ γαλήνῃ κατεύνασον, μόνη τῶν βροτῶν ἐπανόρθωσις. Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, Ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».Πυρωθέντες τῷ πόθῳ, τῷ θεϊκῷ Μάρτυρες, πῦρ τῆς ἀθεΐας, αἱμάτων ῥείθροις ἐσβέσατε, καὶ ἀναλάμψαντες, φωτοειδεῖς ὡς ἀστέρες, πᾶσαν τὴν ὑφήλιον κατεφαιδρύνατε.Ἀπαστράπτει Μαρτύρων, τὰ φωταυγῆ λείψανα, φέγγος ἰαμάτων, τοῖς πίστει τούτοις προστρέχουσι· χάριν γὰρ ἤντλησαν, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τούτου τὸ ἑκούσιον πάθος ζηλώσαντες.Οἱ τῆς πίστεως πύργοι, τὰ τοῦ Χριστοῦ θύματα, χρόνον ἐπιμήκιστον, ἤδη κατακρυπτόμενοι, νῦν πεφανέρωνται, Ἀρχιερέως παλάμῃ, εὐσεβῶς ὁσίως τε, συγκομιζόμενοι.
Θεοτοκίον
Χαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, Χαῖρε τὴν χαρὰν τοῖς ἀνθρώποις, ἡ προξενήσασα, Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα, χαῖρε πανάμωμε. Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου ΤΟ ΑΚΟΥΤΕ
Τὴν πλάνην τοῦ ἐχθροῦ, φανερῶς καθελόντες, ἐν ἔτεσι πολλοῖς, φθονερῶς κεκρυμμένοι, ἡμῖν πεφανέρωσθε, παναοίδιμοι Μάρτυρες, θεραπεύοντες, τὰ τῶν ψυχῶν ἡμῶν πάθη, καὶ ἰώμενοι, τὰς τῶν σωμάτων ὀδύνας, εἰς δόξαν Θεοῦ ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε· καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.
Ἢ Σταυροθεοτοκίον
Καὶ σοῦ τῆς καθαρᾶς, καὶ ἀμώμου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν Θεοτόκε, πιστῶν τὸ κραταίωμα. Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Σοῦ τὴν σφαγὴν καὶ τὸν ἑκούσιον θάνατον, Ζωοδότα, δῆμος ἐπεπόθησε, τῶν Ἀθλητῶν, καὶ πολυειδεῖς πόνους ὑπομείνας, εἰς ἄπονον μεταβέβηκε, καὶ θείαν εὐφροσύνην, μελῳδῶν εὐχαρίστως, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.Τῷ τοῦ Σταυροῦ, περιφραξάμενοι θώρακι καὶ ἀγάπη, θείᾳ κρατυνόμενοι, συνασπισμὸν ἔλυσαν ἐχθροῦ, καὶ τὰς παρατάξεις, τὰς τούτου πίστει ἠφάνισαν, οἱ Μάρτυρες οἱ θεῖοι, μελῳδοῦντες προθύμως, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.Ταῖς καλλοναῖς, τῶν ἀρετῶν φαιδρυνόμενοι, ἐξ αἱμάτων χλαῖναν ἐστολίσθητε, ἠρυθρωμένην μαρτυρικῶν, σκῆπτρον δὲ καθάπερ, Σταυροῦ τὸ τρόπαιον φέροντες, Χριστῷ συμβασιλεύειν, ἠξιώθητε ὄντως, μακαρίων ἐλπίδων λαβόμενοι.
Θεοτοκίον
Μήτηρ Θεοῦ εὐλογημένη Πανάμωμε, Ἀθλοφόρων, θεῖον ἐγκαλλώπισμα, ἡ οὐρανώσασα τὴν ἡμῶν, φύσιν ἀπωσθεῖσαν τῇ συμβουλίᾳ τοῦ ὄφεως, διάσωσόν με πάντων, τῶν τοῦ βίου σκανδάλων, καὶ τυχεῖν σωτηρίας ἀξίωσον. Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Τῶν ἁγίων σου Σῶτερ, χρόνον ἐπιμήκιστον κατακρυπτόμενα, τὰ ὀστᾶ φυλάξας, ἐφανέρωσας νῦν ὡς ηὐδόκησας, εἰς λαοῦ σου Λόγε, ἁγιασμὸν καὶ σωτηρίαν, καὶ αἰσχύνην ἐχθρῶν βλασφημούντων σε.Τὸν κρυμὸν τῆς ἀπάτης, θέρμῃ διελύσατε πίστεως Ἔνδοξοι, καὶ πολλῶν βασάνων, διαδράντες πολύπλοκα θήρατρα, πρὸς τὴν ἄνω πόλιν, ἐπτερωμένοι τῇ ἀγάπῃ, κατεπαύσατε δόξης πληρούμενοι.Καρτερίᾳ μαστίγων, πᾶσαν ἀπερράπισαν ἐχθροῦ ἀπόνοιαν, οἱ στερροὶ ὁπλῖται, καὶ στρεβλούμενοι καὶ ἀναρτώμενοι, καὶ πυρὶ ἐνύλῳ, προσομιλοῦντες πᾶσαν ὕλην, ἀθεΐας ἐνέπρησαν χάριτι.
Θεοτοκίον
Ὑπερτέρα τῶν ἄνω, πέφυκας Δυνάμεων θεοχαρίτωτε, συλλαβοῦσα Λόγον, τὸν τὰ σύμπαντα λόγῳ ποιήσαντα, καὶ τεκοῦσα, τὸν ἐκ Πατρὸς πρὸ τῶν αἰώνων, γεννηθέντα ἀρρεύστως ἀμόλυντε. Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτηρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».Ὡς κρίνα ταῖς νοηταῖς, κοιλάσιν ἀναβλαστήσαντες, ἐνθέου πάντας ὀσμῆς, πληροῦτε, Πανεύφημοι, καὶ ψυχῶν ἐλαύνετε, δυσωδίαν πᾶσαν, Ἀθλοφόροι ἀξιάγαστοι.Ἰχῶρες μαρτυρικαί, ψυχῶν ἰῶνται τὰ τραύματα· ἐν τούτοις γὰρ τὸν ἐχθρόν, στερρῶς τραυματίσαντες, ἰατρεῖον ἄμισθον, τοῖς θερμῶς αἰτοῦσι, θείῳ Πνεύματι γεγόνασι.Τῷ βασιλεῖ κατ' ἐχθρῶν, αἰτεῖσθε τὰ νικητήρια, Ἀρχιερεῖ δὲ θερμῶς, ὑμᾶς συγκομίσαντι, τὴν ἄνωθεν Μάρτυρες, παρὰ τοῦ Σωτῆρος, ἐξαιτήσασθε εὐμένειαν.
Θεοτοκίον
Ἐκ σοῦ Θεὸς τοῖς θνητοῖς, σαρκὸς ἐφάνη προσλήμματι, ὁ πλούσιος τὴν ἐμήν, πτωχείαν Πανάμωμε, ἐκ σοῦ ἀνελάβετο, τῆς ἀθανασίας, τὰς εἰσόδους μοι δωρούμενος. Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς γῆς ἐκλάμψαντες, φωστῆρος δίκην, ἀσεβείας ἅπασαν, ἀπεμειώσατε ἀχλύν, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.
Ὁ Οἶκος
Ὡς ῥόδα μέσον ἀκανθῶν τὰ λείψανα, ἀνθοῦντα ὀσμήν ὀρθοδοξίας πηγάζετε ἐν κόσμῳ, Μάρτυρες ἔνδοξοι σεπτοί, κόσμου τὰ ὡραῖα ἀρνησάμενοι καλῶς, βασάνους ὑπεμείνατε, Βασιλεῖς ἀνομοῦντας ἠλέγξατε, τὸν Βασιλέα καὶ Δεσπότην τῶν ἁπάντων κηρύξαντες μετὰ παρρησίας· διὰ τοῦτο οὐρανοῦ τὰ κάλλη ὁρώντες, ἐκτενῶς ὑπὲρ ἡμῶν τήν ἱκεσίαν τῷ Βασιλεῖ τῶν αἰώνων προσάγετε, τῶν τελούντων ὑμῶν τὰ μνημόσυνα, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως.
Στίχοι
Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι,
Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην.
Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς ὀστᾶ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ.
Στίχοι
Ἀθανάσιος, θρέμμα Παυλοπετρίου,
Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται.
Στίχοι
Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας,
Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται.
Στίχοι
Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει,
«Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην».Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου.
Στίχοι
Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρει,
Ὥς περ θάλασσαν ἐκφυγόντας τὸν βίον.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Τελεσφόρος, Ἐπίσκοπος Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἠνεγκε καρπὸν τῇ τομῇ Τελεσφόρος,
Τελεσφορήσας εὐγενὴς οἷα σπόρος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαραδάτου.
Στίχοι
Ἐν γῇ νεκρώσας, ὡς λέγει Παῦλος, μέλη,
Ζωῆς μετέσχεν ἐν πόλῳ Βαραδᾶτος.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνω, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Γνωστοὶ τῷ ποιήσαντι, τῷ μαρτυρίῳ πάλαι γενόμενοι, ἀφανῶς κεκρυμμένοι, ἡμῖν ἀρτίως νῦν ἐπεγνώσθητε, τοῖς μελῳδοῦσι· Πανεύφημοι Μάρτυρες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἀντλήσατε ἄνθρωποι, πηγῆς βρυούσης νᾶμα σωτήριον, ὀχετῶν ἐξ ἀΰλων, διὰ λειψάνων Μαρτύρων σήμερον, καὶ μελῳδεῖτε τῷ τούτους δοξάσαντι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Φωτὸς οἰκητήρια, ἀναδειχθέντες διὰ βασάνων πολλῶν, κατακρύψει ζοφώδει, ἐτῶν διαύλοις κατακρυπτόμενοι, ὡς ἐξ ὑδάτων φωστῆρες ἐξέλαμψαν, οἱ Ἀθληταί σου Χριστέ, φωταγωγοῦντες ἡμᾶς.
Θεοτοκίον
Προφῆται προήγγειλαν, τὸ βάθος Κόρη τοῦ μυστηρίου σου, ἐξ ἁγνῶν σου αἱμάτων, Θεὸν Παρθένε ἐκυοφόρησας, καὶ ἐν οὐσίαις δυσὶν ἀπεκύησας, εἰς σωτηρίαν ἡμῶν καὶ ἀπολύτρωσιν. Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὡς τῆς ἀμπέλου κλήματα, τῆς ἀΰλου ὑπάρχοντες, βότρυας ἡμῖν θεογνωσίας ἤνθησαν, καὶ οἶνον ἐκέρασαν, ἀθανασίας πᾶσι σαφῶς, μέθην ψυχικῆς, ἀποκρουόμενον βλάβης, οἱ Μάρτυρες βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Τοῖς ὀχετοῖς τοῦ αἵματος, ποταμοὺς ἀπεξήραναν, εἰδωλομανίας, καὶ πυρὰν ἐτέφρωσαν, ἀθέου προστάγματος, οἱ ἀθληταὶ τῆς δόξης Χριστοῦ, πᾶσαν δὲ πιστῶς, ἀναβοῶσαν καρδίαν, κατήρδευσαν πλουσίως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἱεραρχῶν ὁ πρόκριτος, ἱερῶς συγκινούμενος, τὴν συγκομιδὴν τὴν ἱερὰν πεποίηται, ὑμῶν Παμμακάριστοι, καὶ ἐτησίως ταύτην τιμᾷ, μέλπων σὺν παντί, τῷ ἱερῷ καταλόγῳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἁγιασθεῖσα πνεύματι, Θεοτόκε Πανάμωμε, τὸν ἐν τοῖς Ἁγίοις ἐπαναπαυόμενον, ἐκύησας Ἅγιον, καὶ εὐεργέτην μόνον Θεόν, πάντας τοὺς βοῶντας, ἁγιάζοντας πίστει· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».Ἀλλήλους συνωθοῦντες πρὸς τὴν ζωήν, καὶ θαρρεῖν ἑαυτοῖς ἐγκελεύοντες, τοὺς αἰκισμούς, ἤνεγκαν βοῶντες οἱ Ἀθληταί· Ἴδε καιρὸς εὐπρόσδεκτος, στῶμεν καὶ νικήσωμεν τὸν ἐχθρόν· Χριστὸς γὰρ ἀθλοθέτης, προτείνει τοὺς στεφάνους, ὁ δι' ἡμᾶς παθεῖν ἑλόμενος.Ὑψώθης ἐπὶ ξύλου Λόγε Θεοῦ, καὶ Μαρτύρων ἀγέλας ἀνείλκυσας, πρὸς ἑαυτόν, πάθος εἰκονίσαντας καὶ σφαγήν, ἣν ἑκουσίως Δέσποτα, εἵλου εὐσπλαγχνίᾳ, τῇ καθ' ἡμᾶς· διὸ σε οἱ γενναῖοι, ποθήσαντες ὁπλῖται, ὡς ἱερεῖα σφαγιάζονται.Χριστῷ συμβασιλεύειν διαπαντός, ἀθλοφόροι πανεύφημοι, Μάρτυρες περιχαρῶς, καταξιωθέντες ἐν οὐρανοῖς, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τῷ Ποιμενάρχῃ τὴν ψυχικήν, αἰτεῖσθε σωτηρίαν, καὶ πᾶσι τοῖς ἐν πίστει, ἀνευφημοῦσιν ὑμᾶς σήμερον.
Θεοτοκίον
Νεφέλη τοῦ Ἠλίου τοῦ νοητοῦ, τῆς ψυχῆς μου τὰ νέφη ἀπέλασον, πύλη Θεοῦ, ἄνοιξόν μοι πύλας ἐκδυσωπῶ, δικαιοσύνης Δέσποινα, καὶ πρὸς τὰς εἰσόδους τὰς ἀγαθάς, εἰσάγαγε Παρθένε, σκανδάλων πολυτρόπων, τοῦ πονηροῦ ἐκλυτρουμένη με.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου