* Κώδικας Παντοκρατορινός 127, f. 38-49
| f. 38 † Γενναδίου μοναχοῦ καὶ πατριάρχου τῶν τοῦ Χριστοῦ πενήτων τοῦ κατὰ κόσμον Σχολαρίου· περὶ τῆς μόνης ὁδοῦ πρὸς τὴν σωτηρίαν τῶν ἀνθρώπων. Συνεγράφη δὲ καὶ ἀρραβικῶς ἡρμηνεύθη, καὶ ἐδόθη ζητήσασι, μετὰ τὰς διαλέξεις ἐν τῷ πατριαρχείῳ τὰς δευτέρας.
1. Ἡ ὁδὸς τῆς τῶν ἀνθρώπων σωτηρίας πρὸς τὸ προκείμενον αὐτοῖς αἰώνιον τέλος κατὰ μὲν τὰ ἔργα διάφορος εἶναι δύναται, τῷ κατὰ λόγον μέντοι γε καὶ νόμον κανόνι πασῶν ἐξομοιοῦσθαι ὀφειλουσῶν· καὶ διὰ τοῦτο, ἄλλου ἄλλην αἱρουμένου ὁδὸν τῆς κατὰ λόγον ζωῆς, διότι ἀδύνατον τὴν ἀνθρωπίνην ἀσθένειαν ἐξαρκέσαι ἂν πρὸς πᾶσαν ὁδὸν ἀρετῆς, ἢ διὰ τὰς ἀνάγκας τῆς ἀνθρωπίνης ζωῆς, ἢ καὶ δι’ ἄλλας αἰτίας, πάντες ὅμως τῆς σωτηρίας ἐπιτυγχάνουσι καὶ τοῦ τέλους, τό γε τῶν ἔργων μέρος· κατὰ δὲ τὴν πίστιν μία ἐστὶ καὶ μόνη. Καὶ διὰ τοῦτο δεῖ τοὺς ἀνθρώπους προὔργου ζητεῖν τίς ἂν εἴη αὕτη ἡ μόνη τῆς σωτηρίας ὁδός, ἐπειδὴ ἄνευ τῆς τοιαύτης ὁδοῦ ἀδύνατον πρὸς τὸ τέλος ἐλθεῖν, ὅπερ ἐστὶν ἡ ἄμεσος τοῦ Θεοῦ ἐπίτευξις καὶ γνῶσις, ἐν ᾗ ἡ τοῦ ἀνθρώπου εὐδαιμονία συνέστηκεν, ὁπόσον ἂν τις ἐν τῷ μέρει τῶν ἔργων εὐδοκιμήσειεν· ἄνευ γὰρ πίστεως ὀρθῆς Θεῷ ἀρέσαι ἀδύνατον. Καὶ ἐν μὲν τῇ ζωῇ ταύτῃ ὃ μέν τις ταύτην οἴεται τῆς σωτηρίας ὁδόν, ἣν καὶ εἴλετο, ὃ δὲ ἄλλην, καὶ ἄλλην ἕτερος αὖ, τῶν ὄντων ἐν τῇ τῆς σωτηρίας ὁδῷ μόνων καὶ ἀληθῶς οἰομένων ὅτι αὐτοὶ μόνοι εἰσὶν ἐν αὐτῇ, τῶν δὲ ἄλλων πλανωμένων καὶ οὐκ εἰδότων· ἡ δὲ μέλλουσα ἡμέρα ἀποκαλύψει τῷ πλάσματι τοῦ Θεοῦ παντὶ τὴν ἀλήθειαν. Ὅθεν ἐν τῷδε τῷ λόγῳ καὶ ἡμεῖς ἀποδιδόντες τὸ χρέος τῇ συνεγνωσμένῃ ἡμῖν ὁδῷ τῆς σωτηρίας, ἣν ἐλπίζομεν καὶ πεπιστεύκαμεν αὐτὴν εἶναι τὴν ζητουμένην καὶ οὐχ ἑτέραν, εἰς τὸ φανερῶσαι αὐτὴν καὶ ἄλλοις τοῖς οὔπω κατειληφόσι, διὰ βραχέος λόγου ἀποκρινόμενοι ὑμῖν ἐρωτήσασι περὶ αὐτῆς, οὕτω λέγομεν :
2. Ἅπαν πρᾶγμα διά τι τέλος ἔστιν· ὥστε καὶ ὁ ἄνθρωπος ἕνεκά του ἔστιν· παντὸς δὲ πράγματος τὸ τέλος οἰκεῖόν ἐστι καὶ ἁρμόζον τῇ αὐτοῦ φύσει· διὸ καὶ κατὰ τὰς τῶν ὄντων διαφοράς, διάφορα τὰ τέλη αὐτῶν εἰσιν. Ἐπεὶ δὲ ὁ ἄνθρωπος οὐκ ἔστι διὰ τὸ σῶμα, ἀλλὰ διὰ τὴν ψυχήν, ἡ δὲ ψυχὴ τοῦ ἀνθρώπου πνευματικόν τί ἐστι καὶ ἀσώματον καὶ πρᾶγμα διαμένον καὶ ἄφθαρτον, εὐλόγως διὰ τοῦτο | f. 38 καὶ τὸ τοῦ ἀνθρώπου τέλος πνευματικόν τί ἐστι καὶ αἰώνιον ἀγαθόν· τοῦτο δέ ἐστιν ἡ ἀπόλαυσις, ὡς εἴρηται, τοῦ Θεοῦ, διότι αὐτός ἐστι τὸ αἰώνιον καὶ ἔσχατον ἀγαθόν. Καὶ τούτου δυνατόν ἐστι τὸν ἄνθρωπον ἀπολαύειν κατὰ τὸν νοῦν· ὁ γὰρ νοῦς ὑπάρχων ἄκρα δύναμις ἐν ἀνθρώπου ψυχῇ, γνωριστικός ἐστι φύσει τοῦ ἄκρου νοητοῦ, ὅπερ ἐστὶν ὁ Θεός, αὐτὸς ὢν καὶ τὸ ἄκρον, ὡς εἴρηται, ἀγαθόν. Ἀδύνατον δέ ἐστι τὸν ἄνθρωπον εἰς τοῦτο τὸ τέλος ἐλθεῖν, εἰ μὴ διά τινων ἐνεργειῶν ὁμοιουμένων πως τῷ τέλει, ἐν τῷδε τῷ προσκαίρῳ βίῳ ἐνεργουμένων, διότι τὸν βίον τοῦτον χρὴ γίνεσθαι ὁδὸν ἡμῖν ἢ πρὸς τὴν ἐλπιζομένην ζωήν, τουτέστι τὴν μακαρίαν, ἢ πρὸς τὴν ἀθλιότητα, καθὼς ἂν ἐν τῷ βίῳ τούτῳ κινήσαιμεν ἑαυτούς. Ἐνέργειαι δὲ τοῦ ἀνθρώπου ὁμοιούμεναι τῷ τέλει ἐν τῇ ζωῇ ταύτῃ, καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἄγουσαι τοὺς μέλλοντας ἀϊδίως εὐδαιμονήσειν, διπλαί εἰσι κατὰ τὸ γένος, δόγματα δηλονότι ἀληθῆ καὶ ἔργα ἀγαθά. Ἐπειδὴ γὰρ ὁ Θεός ἐστιν ἡ πρώτη ἀλήθεια καὶ αὐτός ἐστι τὸ ἔσχατον ἀγαθόν, τὰ μὲν ἀληθῆ δόγματα ἄγουσι τὸν ἀνθρώπινον νοῦν πρὸς τὴν πρώτην ἀλήθειαν, τὰ δὲ ἀγαθὰ ἔργα κυβερνῶσι τὴν ὄρεξιν αὐτοῦ πρὸς τὸ ἔσχατον ἀγαθόν. Ζῇ δὲ ὁ ἄνθρωπος καὶ ἐνεργεῖ πάντα δυσὶ τούτοις, νῷ δηλονότι καὶ ἐφέσει. Καὶ ἐπειδὴ προαιρετικὴν ἔχει τὴν κίνησιν, καὶ διὰ τοῦτο οἵ μὲν τῶν ἀνθρώπων κινοῦνται πρὸς τὸ τέλος ὀρθῶς κινούμενοι καὶ ἀπὸ θελήσεως ὀρθῆς οἵ δὲ μάλιστα ἀποστρέφονται ἀπ’ αὐτοῦ διὰ τὸ διεστραμμένως κινεῖσθαι καὶ ἐκ διεστραμμένης θελήσεως (ἡ γὰρ θέλησίς ἐστιν ἡ κινοῦσα τὴν ὄρεξιν καὶ τὸν νοῦν, ὥσπερ τι καθόλου κινητικόν), ἔπρεπε διὰ τοῦτο δοθῆναι τῇ θελήσει τοῦ ἀνθρώπου νόμον τινά, δι’ οὗ νόμου κυβερνηθείη ἂν ὀρθῶς ἡ προαιρετικὴ αὐτοῦ διαγωγή πρὸς τὸ τέλος. Καὶ δέδοται αὐτῷ διὰ τοῦτο ἐκ τοῦ Θεοῦ ὁ φυσικός πρῶτον νόμος καὶ ἄγραφος· οὗτος δέ ἐστιν ἀρχαί τινες ἐν τῷ νῷ τεθειμέναι τοῦ ἀνθρώπου ἢ τῇ ὀρέξει, ἐξ ὧν ἀρχῶν κινηθείη ἂν εἰς τὸ νοεῖν ἢ πράττειν τι φυσικῶς.
3. Ἀλλ’ οὗτος ὁ νόμος οὐκ ἠδυνήθη καλῶς ἐξομοιῶσαι τὰς ἀνθρωπίνας ἐνεργείας τῷ τέλει, ὡς ἂν δυνηθῇ τυγχάνειν αὐτοῦ· οὔτε γὰρ τὸν νοῦν ἠδυνήθη | f. 39 κατευθῦναι πρὸς τὸ εὑρίσκειν καὶ νοεῖν τὸ ἀληθὲς οὔτε τὴν θέλησιν πρὸς τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν εἰ μὴ ἐν ὀλίγοις τισὶν ἀνθρώποις καὶ ἀμυδρῶς, οἵτινες μόλις ἴσχυσαν δράξασθαι ὥσπερ εἰδώλων τινῶν τῆς ἀληθείας καὶ τοῦ καλοῦ. Καὶ ἡ τοσαύτη ἀδυναμία του φυσικοῦ νόμου προῆλθεν οὐκ ἀπ’ αὐτοῦ (οὐ γὰρ εἰκῇ τοῦτον ὁ Θεὸς ἐνετίθει), ἀλλ’ ἀπὸ τῆς ἐμπαθοῦς καταστάσεως τῶν ἀνθρώπων, ἣν ἔλαβον ἐνδίκως μετὰ τὴν ἁμαρτίαν εὐθύς· οὐ γὰρ οἷόν τε ἦν, τῆς θελήσεως διαστραφείσης, τὸν νοῦν ἔτι τῷ φυσικῷ φωτὶ καλῶς καταλάμπεσθαι, δύναμιν ἐχόντων ἀμφοτέρων τούτων κατορθοῦν τε ἄλληλα καὶ διαστρέφειν. Πρὸ δὲ τῆς ἁμαρτίας τοσαύτην ἂν εἶχεν ὁ φυσικός νόμος ἐν τῇ ψυχῇ δραστηριότητα, ὥστε δύνασθαι ἂν δι’ αὐτοῦ μόνου τάξει τινὶ προχωρεῖν τὸν μὲν ἀνθρώπινον νοῦν ἐπὶ πλεῖστα τῶν ἀληθῶν, τὴν δὲ θέλησιν ἐπὶ πάντα τὰ ἀγαθά. Ὃ δὲ ὑπερέβαινε τὴν ἰσχὺν τοῦ φυσικοῦ νόμου πρὸς τὸ τελειωθῆναι τὸν ἄνθρωπον καὶ ἄξιον γενέσθαι τοῦ τέλους, τοῦτο προσετίθετο ἂν ἄλλῃ χάριτι τοῦ Θεοῦ ὑψηλοτέρα, εἰ τὴν πρώτην χάριν ἐπεξειργάζετο ὁ ἄνθρωπος κατὰ τὸν θεῖον ἐπ’ αὐτῷ σκοπόν· ἀλλὰ διὰ τὴν ἁμαρτίαν ὁ φυσικός νόμος οὗτος καὶ ἡ φυσική αὕτη πρὸς τὴν εὐδαιμονίαν καὶ πρώτη παρασκευή τελείως μὲν οὐκ ἐφθάρη ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις, ἀλλὰ πολλῷ δραστηριότητος μέρει ἐχώλευεν· ὅσῳ δὲ ἐμπαθεστέρα ἐγίνετο ἡ τῶν ἀνθρώπων κατάστασις, τοῦ χρόνου προβαίνοντος, τοσούτῳ καὶ ἡ δραστηριότης του φυσικοῦ νόμου ἐσβέννυτο καὶ ἠσθένει, ὥστε νομισθῆναί ποτε ὑπὸ τῶν ἀνθρώπων ἀγαθὰ τὰ φύσει κακὰ καὶ ἀγνοηθῆναι ὑπ’ αὐτῶν ὅσον τῆς ἀληθείας ἠδύναντο ἂν καὶ φύσει εὑρίσκειν περὶ τῶν ὑψηλοτέρων καὶ θείων. Καὶ διὰ τοῦτο προϊόντες ἐπλανήθησαν καθάπαξ ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας οἱ ἄνθρωποι. Ἐπίστευον γὰρ οὐκ εἰς τὸν ἕνα καὶ ἀληθῆ Θεόν, ἀλλ᾽ εἰς πλείους, καὶ ἄλλοι ἄλλους τε καὶ ἄλλως, καὶ τὸν οὐρανὸν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἄλλους ἀστέρας καὶ τὰ στοιχεῖα θεοὺς ἐνόμιζον εἶναι καὶ προσεκύνουν. Προήχθησαν δὲ μάλιστα εἰς τὴν τοιαύτην πλάνην ἐκ τοῦ ἐπιστῆσαι τῇ κινήσει τῶν οὐρανίων σωμάτων ὡς τέλει, καὶ τὰ δι’ αὐτῆς ἀποτελούμενα | f. 39 ἐν τοῖς ὑποκάτω καὶ πρὸς ἡμῖν πράγμασιν εἰς τὰ οὐράνια σώματα ὥσπερ ποιητικὰς αἰτίας ἀνενεγκεῖν, ἃ δουλεύουσι μᾶλλον ὡς δοῦλα καὶ ὄργανα τῇ διηνεκεῖ περὶ πάντων προνοίᾳ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ καὶ πάντων δημιουργοῦ· οἱ δὲ παχύτεροι ἐκείνων καὶ τὰ κατώτερα ταῦτα ἐθεοποίουν, ἃ προδήλως γεννητά εἰσι καὶ φθαρτά, ζῷά τε δηλονότι καὶ φυτά, ἄλλοι ἄλλα, κατὰ τὰς τῶν ἐν αὐτοῖς διαφόρων ἡγεμόνων ὑποτυπώσεις. Διότι δὲ οἶδεν ὁ ἄνθρωπος ἑαυτὸν ἐξ ἀνάγκης ὀφείλοντα τῷ Θεῷ λατρεύειν, καὶ οὐ δύναται τοῦτο ἀγνοῆσαι, ὁπόσον ἂν διεφθορώς ᾗ, διὰ τοῦτο τὴν ὀφειλομένην τῷ ὑψίστῳ καὶ μόνῳ Θεῷ λατρείαν τοῖς πολλοῖς καὶ ψευδωνύμοις φέροντες ἀπεδίδοσαν ἐκεῖνοι θεοῖς αὐτῶν· καὶ διότι τὰ φαινόμενα ταῦτα σώματα ἐθεοποίουν, σωματικάς θυσίας αὐτοῖς προσέφερον.
4. Ἐπὶ τούτοις εἴδωλα ποιοῦντες τῶν παρὰ σφίσι θεῶν, ὕστερον καὶ ταῦτα ἐθεοποίουν· τὴν ἀρχὴν μὲν γὰρ ἐπὶ μνήμῃ τῶν ἔν τινι εὐδοκιμησάντων οἱ ἀγαλματοποιοὶ ταῦτα ἐποίησαν· τῆς δὲ γνώμης ἐκείνων ἀγνοηθείσης, οἱ μετὰ ταῦτα θεοὺς τὰ ἀγάλματα ἐπωνόμασαν καὶ τοῖς αὐτῶν θεοῖς αὖθις ἀνίστασαν εἴδωλα, καὶ ναοὺς τοῖς εἰδώλοις περιέβαλον, καὶ θυσίαις αὐτὰ ἐτίμων· ἥτις δὴ εἰδωλοποιΐα ἐξ Αἰγύπτου καὶ Παλαιστίνης καὶ τῶν ἄλλων Ἀσιανῶν ἐθνῶν ἀρξαμένη, καὶ ἐν Ἑλλάδι ἐπιδέδωκεν ὕστερον, ἀπὸ Ἰωαννέως ἐκεῖθεν μετοικισθέντος καὶ τὸ Ἰωάννειον κτίσαντος, τὸ κληθὲν ὕστερον Ἄργος. Καὶ οὐ μόνον τῇ ἀγνοίᾳ τῆς ἀληθείας ἀπὸ τῆς ὁδοῦ τῆς σωτηρίας ἐπλανῶντο, ἀλλὰ καὶ τῇ ἀγνοίᾳ τοῦ ἀγαθοῦ· ἔζων γὰρ μετὰ πάσης πονηρίας, τιθέντες τὴν εὐδαιμονίαν αὐτῶν ἐν τῇ ἀπολαύσει τῶν αἰσθητῶν ἡδονῶν καὶ τῇ ἀτάκτῳ ζωῇ, ἢ ἐν πλούτῳ καὶ τιμῇ, ὁπόσοι αὐτῶν μετριώτεροι· καὶ εἴ τινες ἐν αὐτοῖς ἐγίνοντο νομοθέται ἄλλοι ἐν ἄλλοις γῆς μέρεσιν, οἱ αὐτοὶ πάντες καὶ περὶ ἀστρολογίαν ὄντες ἐπτοημένοι, ἄλλοι ἄλλα καὶ οἰκείᾳ τῇ διαστροφῇ τῆς αὑτῶν προαιρέσεως ἐνομοθέτουν· ὡς Ἑρμῆς μὲν ἐν Αἰγύπτῳ μετὰ τὴν ἐξ Ἰταλίας φυγήν, δόκιμος μὲν ἐν μαθηματικοῖς, πανουργότατος δὲ ἄλλως, Ζωροάστρης δὲ ἐν Πέρσαις, καὶ αὐτὸς ἐν ἀστρονομία περιβόητος, Νίνου καὶ Σεμιράμιδος υἱός, μήτηρ δὲ ἦν αὕτη Νίνου, ἀφ᾽ ὧν | f. 40 ἐγένετο Πέρσαις νόμιμον τὸ μητρογαμεῖν· ὅθεν καὶ αὐτὸς τοιαύτῃ γεννήσει σύμφωνον τὴν προαίρεσιν ἐπεδείξατο· ἄμφω δὲ ἦσαν οὗτοι τῷ Ἁβραὰμ σύγχρονοι, Ἑρμῆς δηλονότι καὶ Ζωροάστρης. Καὶ ἄλλοι μετ’ αὐτοὺς παρ’ Αἰγυπτίοις καὶ Πέρσαις καὶ τοῖς ἄλλοις ἔθνεσι, τὴν νομοθετικήν ἁρπάσαντες τάξιν σὺν οὐδεμιᾷ ἀξία παρασκευῇ, οὐ μόνον τὰ περὶ τὴν θρησκείαν ἀλλὰ καὶ τὰ περὶ τὸν βίον φαυλότητος ἁπάσης γεγόνασιν ἡγεμόνες τῷ τῶν ἀνθρώπων πλήθει, πιστοί δοκοῦντες ἄλλως αὐτοῖς διὰ τὰς ἐκ τῆς ἀστρονομικῆς τέχνης προαγορεύσεις τῶν συνόδων καὶ τῶν ἐκλείψεων καὶ τῶν ἄλλων, ἐφ᾽ ἃ ἡ τῆς τέχνης ἐκτείνεται δύναμις. Διό καὶ πονηρίας καὶ ἀσεβείας ἀπ’ αὐτῶν ὁ κόσμος ἐπλήσθη, συνεργούντων τῶν πονηρῶν δαιμόνων τῇ τοιαύτῃ τῶν ἀνθρώπων διαστροφή διὰ μαντειῶν καὶ γοητειῶν καὶ τῶν ἄλλων ἀποστασιῶν μὲν τοῦ Θεοῦ, συνθηκῶν δὲ πρὸς τὴν δαιμονικὴν ἀποστασίαν. Καὶ οὕτως, ὡς δι’ ὀλίγων δηλῶσαι, οἱ ἀρχαῖοι ἄνθρωποι ἐβίων ἐν ὅλῳ τῷ κόσμῳ τῷ περὶ γῆν πρὶν τὸν Μωσέα φανῆναι, πλὴν ὀλίγων τινῶν, ὡς εἴρηται.
5. Καὶ ὅτε δὴ ἡ του φυσικοῦ νόμου παντάπασιν ἀπεσβέσθη χρεία διὰ τὴν εἰρημένην τῆς τῶν ἀνθρώπων πονηρίας ὑπερβολήν, ἔδωκεν ὁ Θεὸς τοῖς ἀνθρώποις νόμον γραπτὸν δι’ ἀνθρώπου πάσης ἀρετῆς πληρεστάτου καὶ ἀληθοῦς προφήτου, τοῦ Μωσέως, ἐφανέρωσέ τε τοῖς ἀνθρώποις σημείοις πλείστοις τε καὶ ἱκανωτάτοις, ὅτι τε προφήτης ἦν Μωσῆς καὶ αὐτῷ οἰκειότατος Θεῷ, ὡς οἷόν τε ἐν ἀνθρώποις, καὶ ὅτι ὁ νόμος ὃν ἐκόμισε τοῖς Ἰουδαίοις ἀπ’ αὐτοῦ ἦν, τοῦ Θεοῦ δηλονότι, ὥστε μή μόνον Ἰουδαίοις τοῦτο γνωρισθῆναι καλῶς, ἀλλὰ καὶ πᾶσι σχεδὸν ἀνθρώποις. Πολλῶν δὲ ἀνθρωπίνων περὶ αὐτοῦ μαρτυριῶν οὐσῶν, ἀρκεῖ μίαν ἐν τῷ παρόντι παραστῆσαι παρὰ Διοδώρου ἱστοριογράφου, ἐν πρώτῃ τῶν Ἱστοριῶν αὐτοῦ οὕτως αὐτῇ λέξει διεξιόντος· “Μετὰ γὰρ τὴν παλαιάν, φησί, τοῦ κατ’ Αἴγυπτον βίου κατάστασιν τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαι φασὶν ἐγγράφοις νόμοις χρῆναι τὰ πλήθη βιοῦν, πρῶτον Μωσῆν, ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ ἱκανώτατον μνημονευόμενον”. Καὶ παρακατιών· “Παρὰ μὲν τοῖς Ἰουδαίοις, φησί, Μωσῆν τον καλούμενον θεὸν | f. 40 πρῶτον νομοθέτην γενέσθαι, δεύτερον δὲ νομοθέτην παρ’ αὐτοῖς γενέσθαι φασί Σάουχνιν, ἄνδρα συνέσει διαφέροντα”, τοὺς Αἰγυπτίους αἰνιττόμενος λέγειν οὕτω, παρ’ ὧν τὰ τοιαῦτα εἰληφὼς εἶχεν.
6. Οὗτος τοίνυν ὁ διὰ τηλικούτου νομοθέτου δοθείς νόμος τοῖς ἀνθρώποις τοῦ Μωσέως εἰς βοήθειαν μεγάλην τῆς ἀνθρωπίνης γέγονε φύσεως, ἥτις οὐκ ἂν ἀφ’ ἑαυτῆς ἠδύνατο, ὡς εἴρηται, καὶ ἀπὸ τῶν ἰδίων ἀρχῶν ἐν τοιαύτη καταστάσει κινηθῆναι ὀρθῶς πρὸς τὸν Θεὸν καὶ μετά τινος ἐλπίδος βεβαίου. Ὥσπερ οὖν οὐκ ἠδύνατο ἀφ’ ἑαυτῆς οὕτω κινηθῆναι καὶ διὰ τοῦτο γραπτοῦ νόμου γέγονε χρεία, οὕτως οὐδὲ ἠδύνατ’ ἂν παραυτίκα ἀμέσως κινηθῆναι πρὸς τὸν Θεόν, καὶ διὰ τοῦτο τὰ βοηθήματα τὰ δεδόμενα αὐτῇ τῷ νόμῳ τοῦ Μωσέως ἀτελῆ τε ἦσαν καὶ ὥσπερ προπαιδείαι τινὲς πρὸς ἄλλον τινὰ τελεώτατον νόμον, ἐξυπνίζουσαί πως τὴν ἐκ του φυσικοῦ νόμου παρασκευήν καὶ ἀναζωπυροῦσαι σβεσθεῖσαν καὶ μείζονι καὶ τελεωτέρᾳ τοῦ θείου προνοίᾳ ταύτην παρασκευάζουσαι. Ὅθεν ὁ τοῦ Μωσέως νόμος συνεχώρησε τὰς σωματικὰς ἐκείνας τοῦ θείου λατρείας, αἷς ἡ τῶν ἀνθρώπων φύσις συνείθιστο· ἤρκει γὰρ μαθεῖν τοὺς ἀνθρώπους τότε εὐθὺς τοσοῦτον, ὡς οὐ χρὴ προσφέρειν αὐτὰς τοῖς κτίσμασι τοῦ Θεοῦ, ἢ τοῖς πονηροῖς δαίμοσιν ὡς πρότερον, ἀλλὰ τῷ ἀληθεῖ Θεῷ, ὃς εἷς ἐστι μόνος· οὗτος γὰρ ἦν τῷ Μωσεῖ προὔργου τότε σκοπὸς καὶ τῷ κινοῦντι αὐτὸν πνεύματι. Ἔτι τε τὰς ἐξωτέρας τῶν ἀνθρώπων διωρθώσατο ἐνεργείας, οὐ τὰς ἐνδοτέρας καὶ πνευματικὰς ἐν τοῖς τελειότερον ζῶσι μόνοις ἰθυνομένας, καὶ τὴν πονηρίαν ἐκώλυσεν οὐ τῷ φόβῳ τῆς αἰωνίου πρωτοτύπως κολάσεως, ἀλλὰ μᾶλλον ἀπειλῆ προσκαίρων καὶ σωματικῶν ἀτιμιῶν καὶ ποινῶν. Καὶ διότι ὁ νόμος δίδοται μὲν καὶ τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων ἐπὶ συνεργίᾳ τῆς ἀγαθῆς αὐτῶν προαιρέσεως, μάλιστα δὲ τίθεται τοῖς σκληροῖς, ὥστε δαμάζειν αὐτούς, διὰ τοῦτο οὐκ ἀπ᾽ ἀρχῆς ὁ τοιοῦτος ἐδόθη νόμος, ἀλλὰ χρόνοις πλείοσιν ὕστερον, ὡς ἂν ἡ τῶν ἀνθρώπων ὑπερηφανία δι’ αὐτοῦ νικηθεῖσα, εὐχείρωτος μᾶλλον αὐτῷ καὶ πειθήνιος ἦ. Ἀδύνατον δ᾽ ἂν ἦν αὐτὴν νικηθῆναι, εἰ μὴ διὰ πείρας | f. 41 ἐμάνθανον οἱ ἄνθρωποι ἐν χρόνῳ πολλῷ, ὡς οὔτε ἡ φυσικὴ σοφία ἤρκεσεν αὐτοῖς πρὸς τὴν σωτηρίαν οὔτε ἡ φυσική δύναμις, καὶ διὰ τοῦτο οὔτε γινώσκειν ἀφ’ ἑαυτῶν τὸ δέον ἠδύναντο διὰ τῆς σοφίας, οὔτε πληροῦν ἀφ’ ἑαυτῶν ὃ ἐγίνωσκον διὰ τῆς δυνάμεως. Ὥσπερ δὲ ἀτελὴς ἦν ὁ τοῦ Μωσέως νόμος ἐν τῇ τοῦ τελείου νόμου συγκρίσει, οὕτως οὐδὲ πάνυ δραστήριος ἦν, ὥστε νικήσας τὰ ἀνθρώπινα πάντα κωλύματα, διὰ πάσης πλατυνθῆναι τῆς οἰκουμένης, τῆς τοιαύτης δραστηριότητος πρεπούσης μᾶλλον τῷ τελειοτέρῳ νόμῳ, ὃν ὁ Θεὸς ἀμέσως ἔμελλε διδόναι. Ὅθεν οὐδὲ διὰ πάσης ἐπλατύνθη τῆς γῆς, ἐν βραχεῖ δὲ μέρει αὐτῆς ἴσχυσεν, ἔνθα δὴ καὶ ἐδόθη, ἐν τῇ τῶν Ἰουδαίων γῇ δηλονότι καὶ ἐν ὅσοις τῆς γῆς μέρεσι διεσπάρησαν Ἰουδαῖοι, ξένῃ τινὶ καὶ πιθανωτάτῃ ἀληθείᾳ ἀντὶ τῆς συντρόφου πλάνης προστιθεμένων τῶν ἐγχωρίων τῇ καθ’ ἡμέραν τῶν ἐπιχωριαζόντων αὐτοῖς Ἰουδαίων διδασκαλίᾳ· ἡ δὲ πᾶσα γῆ τῆς προτέρας ἀνεπέπληστο πονηρίας καὶ ἀπιστίας, ἐκκυλισθέντων τῶν πλείστων ἀνθρώπων, ὡς εἴρηται, ἐν αὐτῇ εἰς εἰδωλολατρείαν καὶ τὰ αἴσχιστα πάθη. Εἰ δὲ καὶ ἐν Ἕλλησιν ἐδόξασαν ἀληθές τι περὶ τῶν θείων καὶ ὁπωσοῦν, ἢ καὶ ὀρθῶς ἐκ μέρους ἐβίων ἔνιοι, ὡς Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης, οἱ ἄκροι τῶν Ἑλλήνων φιλόσοφοι, ἀλλὰ καὶ οὗτοι ἀπὸ τῶν Ἰουδαικῶν μὲν ὠφελήθησαν βίβλων, ὡς πολλαὶ δηλοῦσι περὶ αὐτῶν ἀληθέσταται ἱστορίαι· ἄδολον δὲ τὸ καλὸν οὐκ εἶχον, ἀλλ’ ἀναμεμιγμένον ταῖς μυθικαῖς τῶν πολλῶν δόξαις καὶ τῇ πατρίῳ πολυθεΐᾳ. Διόπερ ἀπ’ αὐτῶν καὶ τῶν διδασκαλιῶν αὐτῶν οὐδεμία ἀξιόλογος συνέστη αἵρεσις εἰς δημοσίαν καὶ ἀληθῆ τῶν ἀνθρώπων ὠφέλειαν· ὡς εἴρηται μέντοι, καὶ τούτων αὐτῶν ἡ ὁπωσοῦν βελτίωσις ἐν ἤθεσί τε καὶ δόγμασι καὶ ὀλίγων τῶν ἀκολουθησάντων αὐτοῖς ἐν Ἑλλάδι εἰς τὴν αἰτίαν ἀναφέρεται τοῦ μωσαϊκοῦ νόμου. Εἰ δὲ καὶ εἰς ἐλάττονα ἄτομα ἐξηνέχθη ἡ ὠφέλεια του μωσαϊκοῦ νόμου, ἀλλὰ τὸ ἀγαθὸν αὐτοῦ ὅλη ἡ ἀνθρωπίνη φύσις ἐδέξατο, δι’ αὐτοῦ παρασκευασθεῖσα πρὸς τὴν τοῦ τελεωτάτου νόμου ὑποδοχήν. Καὶ μέχρι τοῦ νῦν ἡ τοῦ νόμου ἐκείνου σαφής ἐστιν ὠφέλεια. Φαίνεται γὰρ ἐναργῶς ἡ περὶ | f. 41 τὸ ἀνθρώπειον γένος ἐπιμέλεια τοῦ Θεοῦ καὶ τῆς αὐτοῦ προνοίας ἡ σοφία ἐκ τῆς τῶν νόμων διαφορᾶς τε καὶ ποικιλίας, οὓς εὐτάκτως ἔδωκεν. Οὐ γὰρ προσωποληπτῶν ἐφύλαττε τοῖς ὕστερον ἐσομένοις τὸν τελεώτατον νόμον, ἀλλὰ διὰ τὴν ὀφειλομένην οὕτως ἐγίνετο τάξιν· διὰ γὰρ τὴν τοῦ φυσικοῦ νόμου φθορὰν ἐν ἀνθρώποις εὐλόγως τε καὶ δικαίως οὐκ ἐδίδοτο τὸ τῆς χάριτος ἀγαθὸν αὐτοῖς ἐν τοσούτῳ χρόνῳ· καίτοι, εἰ κατὰ τὸν φυσικὸν προέκοπτον ὡς ἐχρῆν νόμον εὐθὺς ἀπ’ ἀρχῆς, προσετίθετο ἂν αὐτοῖς δι’ ἀποκαλύψεως, ὡς εἴρηται, καὶ τὰ ὑπερφυᾶ περὶ τῆς ἀληθείας μαθήματα, καὶ ἕκαστος ἀκολούθως τῇ περὶ τὴν φυσικήν παρασκευὴν πρὸς τὸ ἀγαθὸν ἐπιμελείᾳ ἐβεβαιοῦντο μὲν ἂν ἐν τῷ ἀγαθῷ, τὴν δὲ εἰς τὰ μείζω προκοπήν προσελάμβανον, ἐπείπερ ὁδοιπόροι πρὸς τὴν αἰώνιον ζωὴν ἐτίθεντ᾽ ἂν ἐν τούτῳ τῷ βίῳ· καὶ νῦν οὕτως ἐν αὐτῷ τιθέμεθα, οὐχ ὡς ἐνταῦθα τοῦ τέλους ἡμῖν κειμένου καὶ λαμβάνεσθαι δυναμένου.
7. Ἐπεὶ δὲ ἔδει ποτὲ τὴν ἀνθρωπείαν φύσιν εἰς τὴν τῆς σωτηρίας ὁδὸν τεθῆναι προῖκα διὰ τῶν δώρων τῆς χάριτος, ἅπερ ὁ εὐαγγελικὸς περιείληφε νόμος, τῆς θείας ἀγαθότητος οὐκ ἀνασχομένης διηνεκεῖ πτώματι τὴν ἀνθρωπίνην φύσιν ἐγκαταλιπεῖν, διότι τρόπον τινὰ καὶ ἀκουσίως τοῦτο αὐτῇ γέγονεν ἐν τῇ διαδοχῇ τῶν καιρῶν, ἅτε τῶν ἐπιγινομένων ἀεὶ φαυλοτέροις ὑποδείγμασι δογμάτων τε καὶ βίου ἀκολουθούντων τοῖς ἐγχωρίοις ἑκασταχοῦ, εὔλογον ἦν πρῶτον μὲν τὸν ψυχικὸν καὶ ζωτικὸν δοθῆναι νόμον ἀνθρώποις, εἶτα τὸν πνευματικὸν ἐλθεῖν, καὶ οὕτως εὐκολώτερον αὐτὸν προσδεχθῆναι. Διὸ καὶ ἐν ᾧ μέρει τῆς γῆς ὁ μωσαϊκὸς ἐβασίλευσε νόμος, ἐν τούτῳ καὶ ὁ νόμος ἐρριζώθη τῆς χάριτος, κἀκεῖθεν εἰς τὴν γῆν ἐξήνθησε πᾶσαν, οὐκ ἀπροσδόκητος ἐλθών, ἀλλ᾽ αὐτοῦ Μωσέως, τὸν ὑψηλότερον ἑαυτοῦ νομοθέτην τοῖς ἀνθρώποις προαναφωνήσαντος. Ὅτε δὴ πρῶτον ἠθέλησεν ὁ Θεὸς ἐγκαίρως παῦσαι λοιπὸν τὴν τοῦ προτέρου νόμου παιδαγωγίαν καὶ ἀπ’ αὐτῆς ἐπὶ τὰ τελεώτερα τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης μαθήματα προβιβάσαι τὸ ἀνθρώπινον γένος, οὐκ ἔτι δι’ ἀνθρώπου ἡγιασμένου χάριτι, ἀλλὰ δι’ ἑαυτοῦ, | f. 42 τουτέστι διὰ τοῦ Λόγου αὑτοῦ ἄνθρωπον ἐνδυσαμένου, τοῦτο πεποίηκε, καὶ αὐτὸς ἡμῖν ἦλθε τοῦ τελειοτάτου νόμου δοτήρ. Ἐπειδὴ γὰρ ὁ νόμος οὗτος ἀμέσως ἔχει τὸν ἄνθρωπον ἄγειν ἐπὶ τὸ προκείμενον αὐτῷ τέλος (ἔστι γὰρ καὶ ὅλως πνευματικὸς καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἐπὶ τὴν τοῦ θείου κοινωνίαν ἐν τοῖς καλῶς αὐτὸν ὑποδεχομένοις καὶ τηροῦσι μετεωρίζων οὐκ εἰς μακράν), οὐκ ἂν εἶχεν οἰκείως δίδοσθαι, εἰ μὴ δι’ αὐτοῦ τοῦ Θεοῦ ἀμέσως, ὥστε τοὺς ἀνθρώπους οὐ μόνον τῇ χάριτι τοῦ νομοθέτου διατιθεμένους, ἀλλὰ καὶ οἴκοθεν συμπειθομένους ἐκ τοῦ βεβαίως πεισθῆναι Θεὸν εἶναι τὸν νομοθετοῦντα, δέχεσθαί τε ἀσμένως τὴν διὰ τοῦ νόμου τούτου βελτίωσιν καὶ πάσης δυσχερείας καταφρονεῖν τε καὶ περιγίνεσθαι. Ἀμέσως δὲ διὰ τοῦ Θεοῦ δίδοσθαι τοῖς ἀνθρώποις πῶς ἂν ἄλλως ἠδύνατο, εἰ μὴ τοῦ Θεοῦ τῇ ἀνθρωπίνη φύσει ἑνωθέντος; Τὸ δὲ ἑνωθῆναι αὐτῇ τὸν Θεὸν ἀβούλητον μὲν οὐκ ἂν ἔμελλεν εἶναι αὐτῷ διά τε τὰ εἰρημένα καὶ ὡς οὐκ ἐναντίον τῇ αὐτοῦ ἀγαθότητι καὶ ἀρίστῃ βουλήσει· οἰκειότατον μὲν οὖν, ἀδύνατον δὲ οὐκ ἂν ἔμελλεν εἶναι διὰ τὸ τὸν Θεὸν παντοδύναμον εἶναι καὶ πάντα δύνασθαι, ἐν ὅσοις οὐκ ἔστιν ἀντίφασις. Οὐδεμία δὲ ἀντίφασις ἐν τῷ τὸν Θεὸν καὶ ἐν ἀληθινῷ ὁμοιώματι τῶν ἀνθρώπων γενέσθαι θελῆσαι, μείναντα χωρίς πάθους καὶ ἀλλοιώσεως ὅπερ ἐστίν. Εἰ γὰρ ἐν τῷ παντὶ τούτῳ καὶ ὑπὲρ τὸ πᾶν ἔστιν ὁ Θεὸς καὶ ἐν πᾶσι τοῖς τοῦ κόσμου μέρεσιν, ἅτε καὶ οὐσίᾳ καὶ δυνάμει ἄπειρος ὤν, πῶς οὐ δυνήσεται ἐν ἑνὶ εἶναι ἀνθρώπῳ; καὶ εἰ ἔστιν ἐν ἑνὶ ἀνθρώπῳ τελειότερον ἢ ἐν τοῖς ἄλλοις, οἷον ἐν προφήταις πλέον τῶν ἄλλων, καὶ τούτων ἔτι μᾶλλον ἐν τοῖς σπουδῇ τε αὐτῶν πλείονι καὶ ὑπερβολῇ θείας χάριτος εἰς τὴν θείαν ἀγάπην προκεκοφόσι, διὰ τί μὴ δυνήσεται ἐν ἑνὶ εἶναι ἀνθρώπῳ ὑψηλότερόν τινα τρόπον ἢ ἐν τοῖς ἄλλοις ἅπασιν, ὥσπερ ἐν ἰδιαιτάτῳ ὀργάνῳ συναφθέντι αὐτῷ, τὸν τρόπον ἂν ἡ χεὶρ τῇ κινητική δυνάμει συνάπτεται, καὶ οὐ τῷ τρόπῳ τῶν ἄλλων ὀργάνων ;
8. Ἐδόθη τοίνυν οὕτω διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ τοῖς ἀνθρώποις ὁ τελεώτατος νόμος· ἐν ᾧ δὴ Χριστῷ ἀληθὴς ἦν θεότης καὶ ἀληθὴς ἀνθρωπότης ἀμεταβλήτως, ὥσπερ | f. 42 ἐν ἡμῖν τοῖς ἀνθρώποις ἀσώματός τε ψυχὴ καὶ σῶμα ἑνοῦνται ἀμεταβλήτως. Πολλῶν δὲ καὶ μεγάλων ἡμῖν εὐεργεσιῶν ἐκ τῆς θείας ἐνανθρωπίσεως καταπεπραγμένων καὶ πολλῶν αἰτιῶν ἐπὶ τὴν τοιαύτην οἰκονομίαν τὸν ὑπεράγαθον ἡμῶν Θεὸν κινῆσαι πιστευομένων ἀναμφιβόλως, ἐν τῷ παρόντι πάσας αὐτὰς παρατρέχοντες, ἐπὶ τὴν διὰ τοῦ νόμου τούτου τελείωσιν μόνην τῶν ἀνθρώπων ἐρχόμεθα, ὅπερ ἡ πρόθεσις τοῦ παρόντος ἡμῖν ἐστι λόγου.
9. Οὗτος τοίνυν ὁ τοῦ Ἰησοῦ νόμος οὐκ ἦλθεν ἐναντίος τῷ νόμῳ τοῦ Μωσέως, ἀλλὰ πλήρωσις ἐκείνου μᾶλλον ἐστι· διὸ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ἐφ’ ἑαυτοῦ τὸν διὰ τοῦ Μωσέως νόμον πεπλήρωκεν, ἔργοις μὲν τηρήσας πάντα τὰ νομικά, διδασκαλίαις δὲ τριχῶς. Πρῶτον μὲν γὰρ τὴν ἀληθῆ τοῦ νόμου διάνοιαν ἐφανέρωσε, πρόσθεν ἀγνοουμένην· δεύτερον, ἔδειξεν ὅπως δεῖ τὰ τοῦ μωσαϊκοῦ νόμου τηρεῖν παραγγέλματα σὺν πλείονι ἀσφαλεία· τρίτον, τὰς τελειοτέρας προσέθηκε παραινέσεις. Οὗτος ὁ οὐράνιος νόμος ὑπὸ τοῦ Μωσέως προεφητεύθη ἥξειν εἰς τοὺς ἀνθρώπους, καθάπερ ἔφθημεν εἰρηκότες· διὸ καὶ οἱ Ἰουδαῖοι, οἳ τὸν μωσαϊκὸν ἰδίως φυλάττειν νόμον δοκοῦσιν, ἔτι τὸν ὑψηλότερον ἐκδέχονται νομοθέτην πλανώμενοι· οὐ γὰρ πείθονται τὸν ὑπὸ τοῦ Μωσέως καὶ τῶν ἄλλων προφητῶν προανακηρυχθέντα λυτρωτὴν καὶ σωτῆρα ἐληλυθέναι, ἀλλὰ τὸν ἐλθόντα διαβάλλοντες, ἐκδέχονται καθ᾽ ἑκάστην ὃν φασιν ἀληθινὸν ἔσεσθαι Χριστόν. Οἱ δὲ θειότεροι τῶν λοιπῶν προφητῶν καὶ φανερώτερον τοῦ Μωσέως προεῖπον τὴν ἐκ Παρθένου γέννησιν τοῦ Ἰησοῦ καὶ τὰς διδασκαλίας αὐτοῦ καὶ τὰ θαύματα καὶ τὴν φιλοσοφωτάτην ἐκείνην ζωήν τε καὶ ὑπὲρ τῆς ἀληθείας ὕστερον τελευτὴν καὶ τὴν ἀνάστασιν, καὶ ὅσα ἐπ’ αὐτῷ ἐγένοντο· καὶ πάνθ’ ὅσα φρονοῦμεν περὶ τῆς τοῦ Ἰησοῦ μεγαλειότητος ἀκολουθοῦντες τῇ φανερωτάτῃ ἐκβάσει τῶν προφητευθέντων περὶ αὐτοῦ, ταῦτα οἱ προφῆται δι’ ἀποκαλύψεως ᾔδεσαν γενησόμενα οὕτω καὶ προεῖπον οἰκονομίᾳ Θεοῦ, ὡς ἂν ἐν τῷ καιρῷ τῶν πραγμάτων βεβαιότερον πιστευθῶσιν. Ὅθεν καὶ οἱ νουνεχέστεροι τῶν Ἰουδαίων, ἐκ τῶν πραγμάτων συμβαλόντες καλῶς ἐλθεῖν τὸν προ | f. 43 φητευθέντα, ἐπίστευσαν αὐτῷ ἐλθόντι.
10. Οὗτος ὁ νόμος τοῦ Ἰησοῦ καὶ τὸ ἔργον ἅπαν αὐτοῦ προεφητεύθη συγχωρήσει Θεοῦ διὰ πλείω τῆς ἀληθείας φανέρωσιν καὶ βεβαίωσιν ἔκ τε τῶν ἑλληνικῶν μαντείων καὶ τῶν σιβυλλῶν καὶ τῶν σοφωτάτων ἐν Ἕλλησι καὶ Αἰγυπτίοις, ἰδιαίτερον δὲ ὑπὸ τῶν χρηστηρίων προηγορεύθησαν, προλεγόντων καὶ ὀδυρομένων τῶν δαιμονίων τὴν κατάλυσιν τῆς οἰκείας ἀρχῆς, ἣν εἶχον ἐξαπατῶντες τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ τὴν τιμὴν τοῦ ἐπὶ πάντων Θεοῦ καὶ τὸ σέβας εἰς ἑαυτοὺς ἕλκοντες· ἅ πάντα ἐν τοῖς ἑλληνικοῖς βιβλίοις σωζόμενα μέχρι καὶ νῦν οὐκ ἐκτίθεμεν ἐνταῦθα καθ’ ἕκαστα συντομίας φροντίζοντες· ἐξέστω δὲ τοῖς σπουδαιοτέροις ζητεῖν αὐτὰ καὶ εὑρίσκειν. Διὸ καὶ οἱ τῶν Ἑλλήνων τότε σοφώτεροι, ἐν τῷ καιρῷ δηλονότι τῆς θείας ἐπιδημίας καὶ τοῦ περὶ αὐτῆς κηρύγματος τῶν ἐπὶ τούτῳ ἐξειλεγμένων τοῦ Ἰησοῦ μαθητῶν, συμβαλόντες καὶ αὐτοὶ ἔκ τε τῶν ἐκ πλείονος χρόνου προᾳδομένων καὶ τῶν ἀρτίως φαινομένων πραγμάτων τὴν τῶν κηρυττομένων ἀλήθειαν ἅμα δὲ καὶ τὸ ἔνθεον καὶ ὑψηλὸν τῆς νομοθεσίας τοῦ Ἰησοῦ καὶ διδασκαλίας κατειληφότες, ἀφιλονείκως τῷ σωτηρίῳ προσετέθησαν νόμῳ καὶ τῇ περὶ τοῦ δεδωκότος αὐτὸν πίστει, ὥσπερ οἱ τῶν Ἰουδαίων ἀπαθέστεροι, προειπόντος καὶ τοῦτο τοῦ Ἰησοῦ, ὅτι τὰ ἐν τῇ γῇ ἔθνη, ἐν οἷς ὅ τε φυσικός νόμος ἔφθαρτο πλεῖστον καὶ ὁ διὰ Μωσέως δεδομένος ἄγνωστος ἦν, πολλῷ ῥᾷον τὸ διὰ τῶν ἀποστόλων δέξονται κήρυγμα ἢ οἱ γνησιώτερον πρὸς αὐτὸ πολλοῖς τρόποις ἔχοντες Ἰουδαῖοι καὶ τούτου χάριν τὴν διὰ τοῦ μωσαϊκοῦ νόμου προειληφότες παρασκευήν.
11. Οὗτος ὁ τοῦ Ἰησοῦ νόμος οὐδὲν ἐναντίον περιέχει, πάντα δὲ σύμφωνα· οὐδὲν πλασματῶδες, ἀλλὰ πάντα ἀληθινά· οὐδὲν σωματικόν, ἀλλὰ πάντα πνευματικά. Καὶ ὡς μὲν τῷ φυσικῷ νόμῳ συνάδων καὶ τῷ διὰ Μωσέως πρὸ αὐτοῦ δεδομένῳ, θεῖός ἐστιν ὁμολογουμένως, τοιούτων ὄντων ἐκείνων· ὡς δ᾽ ἐκείνων ἀναπληρωτικὸς μετὰ θειοτέρας προσθήκης, ἱερώτερος ἐκείνων πολλῷ καὶ θειότερος. Ἄγει γὰρ ἀμέσως τοὺς πειθομένους εἰς τὴν ὑποταγὴν τοῦ Θεοῦ, ποιῶν | f. 43 τῶν προσκαίρων πάντων καταφρονεῖν καὶ τῆς ζωῆς αὐτῆς ἐπὶ πᾶσι, διὰ τὴν τῆς ἀληθείας καὶ τῆς αἰωνίου ζωῆς ἀγάπην· ὅ δῆλόν ἐστιν ἐκ τῶν ἀναριθμήτων μαρτύρων, κολαζομένων τε σὺν προθυμίᾳ καὶ τόλμῃ πολλῇ καὶ τελευταῖον θνησκόντων ὑπὲρ τοῦ μὴ καταπροέσθαι τὸν τοῦ Χριστοῦ νόμον, ὃ μέγιστον σημεῖόν ἐστι τοῦ θεῖον αὐτὸν ἄντικρυς εἶναι, ὅτι διωκόμενος ἀνηλεῶς ἐξ ἁπάσης τῆς γῆς ὑπὸ τῶν τῆς οἰκουμένης αὐτοκρατόρων πλεῖν ἢ τριακοσίοις ἐφεξῆς ἔτεσιν, ὅμως ἴσχυσεν ἐν πάσῃ βεβαιωθῆναι τῇ γῇ καὶ οὐδὲν αὐτῆς ὑπολέλειπται μέρος, ὃ τὴν θείαν ἐπιφάνειαν οὐκ ἐδέξατο καὶ κατέσχε. Καὶ ὅσῳ θηριωδέστερον ὑπὸ τῶν βασιλέων τότε καὶ τῶν πανταχοῦ ἐπάρχων αὐτῶν τὰ τῶν πιστευόντων ἐκτείνοντο σώματα, τοσούτω καθ’ ἡμέραν ἐπλατύνετο μὲν ἡ πίστις τοῦ Ἰησοῦ, ἡ δὲ εἰδωλομανία καὶ πολυθεΐα τῶν φονευτῶν ἠφανίζετο.
12. Ἐπεὶ τοίνυν ὁ τοῦ ἡμετέρου Ἰησοῦ νόμος ἐτελείωσε μὲν τὸν ἀνθρώπινον νοῦν, δόγματά τε δεδωκὼς ἀληθέστατα περὶ Θεοῦ καὶ τῶν θείων, πεπαυμένης τῆς τῶν δαιμόνων δυναστείας, ἣν τῇ πολυθεΐᾳ καὶ εἰδωλολατρείᾳ κατὰ τῶν ἀνθρωπίνων ψυχῶν ἐσοφίζοντο, καὶ λατρείας ὁδὸν δείξας πνευματικήν, ἐτελείωσε δὲ τὴν ἀνθρωπίνην ὄρεξιν τῷ δοῦναι λόγους καὶ ὑποδείγματα τῶν ἀληθινῶν ἀρετῶν, αἳ μὴ μόνον τὰς ἐξωτέρας ἐνεργείας ἡμῶν, ἀλλὰ καὶ αὐτὰς τὰς ἐν τῇ ψυχῇ κινήσεις τάττειν καὶ ἀπευθύνειν πρὸς Θεὸν δύνανται, καὶ ὅλον οὕτω τὸν ἄνθρωπον ὑπέταξε τῷ Θεῷ, καὶ δυνατόν ἐστι πάντα ἄνθρωπον τηροῦντα τὸν τοιοῦτον νόμον καλῶς ἕτοιμον εἶναι πρὸς τὸ δέξασθαι τὴν αἰώνιον ἐγκαίρως ζωὴν καὶ εἰς τὴν ἐλπίζομένην ἀπόλαυσιν ἐλθεῖν τοῦ Θεοῦ, — ἐπεὶ τοιοῦτός ἐστιν, ἀναμφισβητήτως ἐστὶ νόμος Θεοῦ τέλειος. Ὥσπερ γὰρ τὴν ἐπιστήμην τρία ποιοῦσιν ἐν ἀνθρώπῳ τάξει τινί, ἡ φυσικὴ ἑτοιμασία, τὰ προμαθήματα καὶ τὰ τέλεια μαθήματα, ἅπερ ἀμέσως τὴν ἐπιστήμην ποιοῦσιν ἐν τῇ ψυχῇ· καὶ ὥσπερ τὴν ὑγιείαν ἐν τῷ ἀνθρώπου σώματι τρία ἐπαναφέρουσιν, ἡ δύναμις τῆς φύσεως συνεργούσης, τὰ προκαθάρσια καὶ τὰ τέλεια φάρμακα, ἅπερ ἀμέσως ἐν τῷ σώματι τὴν ὑγιείαν ποιοῦσι· καὶ ὥσπερ τὴν τοῦ ἀνθρώπου τροφήν, | f. 44 δι’ ἧς ἡ σωματικὴ αὐτοῦ ζωή συνίσταται, τρία ποιοῦσιν, ἡ βοτάνη, ὁ στάχυς καὶ ὁ κόκκος, ὃς ἀμέσως τρέφει τὸν ἄνθρωπον, οὕτω καὶ ἡ τῆς ἀνθρωπίνης ζωῆς κατάστασις ἐν τῷδε τῷ βίῳ πνευματικῶς διὰ τριῶν τούτων συνέστη καὶ ἀπηρτίσθη, τοῦ φυσικοῦ νόμου, τοῦ μωσαϊκοῦ καὶ τοῦ εὐαγγελικοῦ, ὃν καλοῦμεν νόμον τῆς χάριτος, ὅτι χάριτι Θεοῦ δεδομένος ἐστὶν εἰς δικαίωσιν τῶν ἀνθρώπων, οἳ οὐκ ἂν ἠδύναντο διὰ τῶν προτέρων νόμων δικαιωθῆναι, ὡς εἴρηται. Καὶ ἐν παντὶ πράγματι ἀρχή ἐστι καὶ μεσότης καὶ τελευτή, δι’ ὧν δήπου τριῶν ἡ τοῦ πράγματος κατάστασις ἀπὸ τοῦ ἀτελεστέρου πρὸς τὸ τελειότερον ἐξαλλάττεται· οὕτως ἀρχὴ μὲν τῆς ἀνθρωπίνης καταστάσεως ὁ φυσικὸς ἦν νόμος, μεσότης δέ, ὁ διὰ Μωσέως δοθείς, πέρας δὲ καὶ τελειότης, ὁ τοῦ Χριστοῦ, καὶ ταύτῃ τῇ τελειότητι ἀμέσως ἐπακολουθήσειν πιστεύομεν τὴν ἐν ἐκείνῳ τῷ μέλλοντι βίῳ τελειοτέραν κατάστασιν.
13. Ἐπειδὴ τοίνυν ἡμῖν ἐν ἀρχῇ τοῦ λόγου προϋπετέθη τὴν τῆς σωτηρίας ὁδὸν εὑρίσκεσθαί τε ἐν ἀνθρώποις καὶ κατορθοῦσθαι διά τε δογμάτων ὀρθῶν καὶ βίου καθαροῦ, ὁ δ᾽ εὐαγγελικὸς νόμος δῆλός ἐστιν ἄμφω ταῦτα πεποιηκὼς ἐν ἡμῖν, τὴν μὲν ἑνότητα τοῦ Θεοῦ καὶ τὰς ἄλλας θεοπρεπεῖς ἐννοίας ἄριστα τοὺς ἀνθρώπους διδάξας, τῆς πολυθέου πλάνης κατηργημένης, τὴν δὲ ἠθικὴν ἀρετὴν οὕτω γνησίως πεπαιδευκώς, ὥστε ἀπό τε τῶν λόγων ἔκ τε τοῦ ὑποδείγματος τοῦ Ἰησοῦ εἰς τὸν τελευταῖον τῆς φιλοσοφίας ὅρον πλήθη ἀνθρώπων ἀναρίθμητα ἀναχθῆναι, οἳ διὰ τὴν ἐπιθυμίαν τῶν ἀϊδίων τῆς ζωῆς καὶ τῶν ἐν αὐτῇ πάντων ἡδέων κατεφρόνησαν ἀνδρικῶς, οἳ μὲν διὰ βίου τὸν κόσμον ἠρνημένοι καὶ ταῖς ἐρήμοις ἀπαρακλήτως προσμείναντες, οἳ δὲ σὺν πολλαῖς τιμωρίαις προθύμως ἀποθανόντες ὑπὲρ τοῦ τὴν πιστευθεῖσαν αὐτοῖς ἀλήθειαν μὴ ἀρνήσασθαι, οἳ δὲ ἐν μέσαις ταῖς πολιτείαις μετὰ πάσης ἀρετῆς τὸν μετριώτερον ᾑρημένοι τε καὶ ἀνύσαντες βίον, εὐλόγως διὰ ταῦτα πιστεύομεν μόνον τὸν εὐαγγελικὸν νόμον τὴν ὁδὸν εἶναι τῆς σωτηρίας.
14. Εἰ δέ τινας θορυβεῖ τῶν μήπω πεπιστευκότων, ὅτι τὸν Θεὸν ἕνα μὲν | f. 44 ὁμολογοῦμεν, Πατέρα δὲ αὐτὸν καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον λέγομεν, καὶ ὅτι τὸν Κύριον ἡμῶν Ἰησοῦν ἀληθῆ Θεὸν καὶ ἀληθῆ ἄνθρωπον γεγονέναι τε καὶ εἶναι φρονοῦμεν, περὶ μὲν τοῦ προτέρου αὐτὸν τὸν Ἰησοῦν πρὸ πάντων ἔχομεν μαρτυροῦντα ἐν πολλοῖς τοῦ Εὐαγγελίου μέρεσιν, ᾧ γε ἀληθεῖ ὄντι καὶ αὐτοαληθείᾳ δεῖ πιστεύειν ἀνεξετάστως. Ἔπειτα καὶ λόγῳ τὴν τοιαύτην πίστιν παραμυθούμεθα. Αὐτῷ γὰρ τῷ Κυρίῳ πειθόμενοι, καὶ τῇ Παλαιᾷ Γραφῇ καὶ τῷ εἰκότι λόγῳ συμμαρτυροῦντι, ἕνα μὲν τὸν Θεὸν εἶναι φρονοῦμεν καὶ ἄκρως ἁπλοῦν καὶ πάσης ἀνώτερον συνθέσεως. Διότι δὲ νοῶν ἐστι καὶ νοῦς ἐστιν ἄριστος καὶ σοφώτατος, ἀναγκαίως αὐτὸν πιστεύομεν καὶ νόησιν ἔχειν, δι’ ἧς ἑαυτὸν νοεῖ καὶ τὰ ἄλλα· εἰ μὴ γὰρ ἦν ὁ Θεὸς νοῦς, πῶς ἂν ἐποίει μόνος τὰ ὄντα πάντα; Πῶς δ’ ἂν ἔμελλε προϋφιστᾶν τοῖς οὖσι πᾶσι τὸ τέλος ὡς πάντων αἴτιος; Ἄμφω γὰρ ταῦτα τῇ φύσει τοῦ νοῦ προσήκουσι καὶ τῷ διὰ νοῦ ποιοῦντι. Ἐπεὶ δὲ τῷ πρώτῳ ποιοῦντι καὶ πρώτῳ νοοῦντι ἁρμόττει τὸ διὰ θελήσεως ἰδίας ποιεῖν ἢ νοεῖν (ἀδύνατον γὰρ ἂν ἦν ἄλλως ποιεῖν καθ’ ἑαυτόν ἢ νοεῖν), ἀναγκαίως αὐτὸν πιστεύομεν καὶ θέλησιν ἔχειν, δι’ ἧς ἑαυτόν τε θέλει καὶ τὰ ἄλλα. Καὶ τὴν μὲν νόησιν ἢ τὸ νόημα αὐτοῦ Λόγον καλοῦμεν (διὰ ταύτης γὰρ ὡσανεὶ διαλέγεται πρὸς ἑαυτὸ ἅπαν τὸ νοοῦν) καὶ γέννημα καλοῦμεν καὶ Υἱόν· ὡς γὰρ ὁ υἱὸς ὅμοιός ἐστι τῇ φύσει τοῦ γεννῶντος πατρός, οὕτω καὶ τὸ νόημα ὅμοιον τῇ τοῦ γεννῶντος νοῦ φύσει, καὶ νοῦς ἐστι καὶ αὐτό, νοῦς μέντοι νοούμενος. Ἔτι καὶ σοφίαν τοῦ Θεοῦ καλοῦμεν· ὁ γὰρ νοητός λόγος ὁ συλλαμβανόμενος ἐν τῷ νῷ φανέρωσίς ἐστι τῆς τοῦ γεννῶντος σοφίας νοῦ. Ἡ δὲ νοερά θέλησις ἀγάπη τοῦ Θεοῦ καὶ Πνεῦμα ἅγιον λέγεται καὶ ἀγαθότης αὐτοῦ. Τούτων τῷ μὲν Λόγῳ καὶ τῇ σοφίᾳ δημιουργεῖ τὰς φύσεις τῶν ὄντων ὁ Θεός, τῷ δὲ Πνεύματι καὶ τῇ ἀγαθῇ θελήσει τὰς αὐτῶν ἐφέσεις ἐπιστρέφει πρὸς ἑαυτὸν ὡς ἄκρον τε καὶ ἄριστον τέλος. Διὸ καὶ ὅτε ἠθέλησεν ἀμέσως δι’ ἑαυτοῦ τὴν ἀνθρωπείαν βελτιῶσαι φύσιν, ὡς εἴρηται, πρῶτον μὲν τὸν αὐτὸν Λόγον ἔπεμψε σωματικῶς, εἶτα τὸ Πνεῦμα ἐν εἴδει πυρίνων γλωσσῶν. Καὶ τῷ μὲν Λόγῳ καὶ τῇ σοφίᾳ, ἥτις ἦν ἐν τῷ Χριστῷ καὶ ἔστιν, ὑπέστησέ τε καὶ ᾠκοδόμησε τὰς τῶν ἀποστόλων ψυχὰς ἐν τῇ ἀληθεῖ | f. 45 περὶ αὐτοῦ πίστει· τῷ δὲ Πνεύματι ταύτας ἐπέστρεψε πρὸς τὴν οἰκείαν ἀγάπην οὕτω βεβαίως, ὥστε ὑπὲρ τῆς πίστεως αὐτῶν ἥδιστα ἐτελεύτων, ἐπιθυμοῦντες τάχιον συγγενέσθαι καὶ ἑνωθῆναι τῷ τέλει αὐτῶν. Ταῦτα δὴ τὰ τρία, ὁ θεῖος Νοῦς δηλονότι καὶ ὁ Λόγος αὐτοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔν εἰσι κατὰ τὴν φύσιν, καὶ Θεὸς εἷς, καὶ νοῦς εἷς, καὶ νοητὸν ἕν, καὶ ἕν ἀγαθόν, ὥσπερ κἀν τῇ ψυχῇ τοῦ ἀνθρώπου κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ γενομένη, ὡς τὸ γράμμα λέγει τοῦ Μωσέως, ὁ νοῦς καὶ ὁ λόγος, τουτέστι τὸ νοηθὲν νόημα, καὶ ἡ νοερά θέλησις, ὥσπερ κίνησις οὖσα τοῦ νοῦ ὑπὸ τοῦ ἀγαθοῦ καὶ πρὸς τοῦτο, ταῦτα δὴ τὰ τρία ἡ μία τοῦ ἑνὸς ἀνθρώπου ψυχή εἰσι. Τῷ δὲ τελεώτερον ἐν τῷ Θεῷ τὸν Λόγον καὶ τὸ Πνεῦμα ἐνυπάρχειν, καθὰ δήπου προσήκει, καὶ πλέον ἐκεῖ διακεκριμένα εἰσὶν ἢ ἐν ἀνθρώπῳ, ὡς πρόσωπα δηλονότι καὶ ὑποστάσεις, τουτέστιν ἰδιότητες ὑφεστηκυῖαι· τῇ δὲ φύσει καὶ οὕτως ἔν εἰσιν· ἡ γὰρ προσωπική καὶ ἀτομικὴ τῶν ἰδιοτήτων διάκρισις οὐκ ἀναιρεῖ τὴν τῆς φύσεως ἑνότητα κατὰ τὸ εἶδος οὐδὲ ἐν τοῖς κτιστοῖς πράγμασιν. Εἰ δ’ ἐκεῖ μείζων ἡ ἑνότης τῆς φύσεως ἢ ἐν τοῖς κτιστοῖς ἐστιν, εὐλόγως καὶ τοῦτό ἐστι διὰ τὴν ἐσχάτην ἁπλότητα ἐν τῷ Θεῷ καὶ ἀσυνθεσίαν ἄκραν καὶ τελειότητα.
15. Περὶ δὲ τοῦ δευτέρου τῇ αὐτῇ συντομία χρώμενοι λέγομεν τὸν μὲν τοῦ Θεοῦ Λόγον ἀναλαβεῖν τὴν ἀνθρωπίνην φύσιν τῶν εἰρημένων ἕνεκα, τὸν αὐτὸν δὲ τοῦ Θεοῦ Λόγον ἅμα καὶ ἐν τῷ Πατρὶ τότε εἶναι κἀν τῇ ἀνθρωπίνῃ τοῦ Χριστοῦ φύσει τῇ ἐκ τῆς Παρθένου προσληφθείσῃ· καὶ τὸν αὐτὸν καὶ ἕνα τοῦ Θεοῦ Λόγον ἐν οὐρανῷ ἅμα εἶναι τότε καὶ ἐν τῇ γῇ, ὥσπερ ὁ νοητὸς ἐν ἐμοὶ λόγος, ᾗ μέν ἐστιν ἐμὸν νόημα, ἀεί ἔστιν ἐν ἐμοί, θέλοντι δέ μοι αὐτὸν φανερῶσαι, προφέρεται καὶ ἔξω, καὶ ἔστι τότε προφορικός λόγος καὶ εἰς τὰς ἀκοὰς ἑνὸς ἢ πλειόνων εἰσέρχεται, καὶ γράφεται ἔτι ἐν χάρτῃ, ὅτε δὴ καὶ σωματικώτερος γίνεται. Εἷς οὖν ἔστι διὰ πάντων ὁ νοούμενός τε καὶ λεγόμενος ἢ γραφόμενος λόγος, καὶ κατὰ τὴν ἀληθῆ οὐσίαν αὐτοῦ ἀπαθής ἐστιν, εἰ καὶ πάσχουσι τὰ δεχόμενα, εἴτε ὁ ἀὴρ ἐν τῷ λέγεσθαι αὐτόν, εἴτε αἱ ἀκοαὶ ἐν τῷ ἀκούεσθαι, εἴτε ὁ χάρτης ἐν τῷ γράφεσθαι διὰ τὸ τὴν οὐσίαν | f. 45 τοῦ ἀνθρωπίνου λόγου ἐν τῷ νῷ εἶναι ἀεὶ ἀπαθῶς. Ὥσπερ οὖν οὔτε ὁ λόγος ὁ ἐν τῷ νῷ γίνεται χάρτης, οὔτε ὁ χάρτης γίνεται λόγος, ἀλλὰ μένων ἐν τῷ νῷ τοῦ νοοῦντος ἀνθρώπου καὶ ἐν τῷ χάρτῃ ὁ αὐτὸς γράφεται, οὕτως οὔτε ἡ θειότης τοῦ Θείου Λόγου ἐγένετο ἄνθρωπος οὔτε ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ἐγένετο Θεός, ἀλλ’ ὁ τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν ἀληθὴς φύσει, προσέλαβε τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, καὶ οὕτως ὁ προσειληφὼς Θεὸς καὶ ὁ προσληφθεὶς ἄνθρωπος διὰ τὴν ἄπειρον τοῦ προσειληφότος Θεοῦ δύναμιν ἓν γέγονε πρόσωπον, ἀλλ’ οὐχ ἓν πρᾶγμα καὶ μία φύσις. Τοῦτο πλέον ἐστὶν ἐνταῦθα καὶ μὴ δυνάμενον ὁμοίως ἐν τῷ παραδείγματι εἶναι, ὅτι ὁ μὲν νοητός τοῦ ἀνθρώπου λόγος οὐκ ἔστιν ἀτομικῶς εἷς ἐν τῷ νῷ τοῦ ἀνθρώπου καὶ ἐν τῷ χάρτῃ· πεπερασμένος γάρ ἐστι καὶ οὐ δύναται πανταχοῦ εἶναι οὐσιωδῶς ὁ αὐτός. Ἀλλ᾽ ὁ τοῦ Θεοῦ Λόγος ἄπειρος ὤν, ἦν ὁ αὐτὸς οὐσιωδῶς ὡς ἓν ἄτομον καὶ μία ὑπόστασις ἔν τε τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐν τῷ τοῦ Χριστοῦ ἀνθρωπίνῳ, καὶ οὕτω καθάπερ ἐν τῷ Πατρὶ ἐστιν ἀπαθής, οὕτω καὶ ἐν τῷ ἀνθρώπῳ μέχρι παντὸς ἀπαθὴς διαμεμένηκεν.
16. Οὕτω τὸν Χριστὸν Θεὸν ἀληθῆ καὶ ἄνθρωπον ἀληθῆ πιστεύομεν, οὐ τῆς τοῦ Λόγου θεότητος προϋποστάντι τῷ ἀνθρωπίνῳ τοῦ Χριστοῦ ἐνοικισθείσης τε καὶ συγγενομένης, ἀλλ’ ἐν ἑαυτῇ τοῦτο μᾶλλον ὑποστησάσης δι’ ἀπειρίαν δυνάμεως καὶ ἄνθρωπον τέλειον ἄνευ σπέρματος ἀπαρτισάσης τε καὶ προσλαβομένης καὶ διὰ τοῦτο τῆς προγονικῆς ἁμαρτίας καὶ τῶν ταύτης ἀπηλλαγμένον πάντη καρπῶν. Καὶ δι’ ὧν μὲν ἐποίησεν ὁ σαρκωθείς τοῦ Θεοῦ Λόγος, ἐπιστεύθη Θεὸς εἶναι· μόνου γὰρ ἦν ἔργα Θεοῦ· δι’ ὧν δὲ ἐδίδαξεν, ἔθηκε τελεώτατα τοὺς ἀνθρώπους ἐν τῇ τῆς σωτηρίας ὁδῷ· δι’ ὧν ἐβίωσεν, ἔδειξεν ἔργῳ τῆς ἀληθείας διδάσκαλον ἑαυτόν, καὶ ἀντίρροπον τῇ ἁμαρτίᾳ τῆς ἀνθρωπίνης φύσεως τὴν ἰδίαν εἰσήνεγκεν ἀρετήν· δι’ ὧν ἀνθρωπίνως ἔπαθεν, οὐ μόνον τὴν ὑπὲρ ἡμῶν ἀπέτισε δίκην καὶ ὅσα ὁ περὶ τοῦ πάθους ἐκείνου μυστηριώδης βούλεται λόγος, ἀλλὰ καὶ ἡμᾶς ἐδίδαξε τὰ κωλύματα τῆς τοιαύτης ὁδοῦ νικᾶν μέχρι τοῦ καὶ τὴν ζωὴν αὐτὴν τοῖς λαμβάνουσιν ἑτοίμως προΐεσθαι, ὅτι χωρὶς τῆς τοιαύτης ὑπομονῆς καὶ τόλμης διὰ τὸν τῆς | f. 46 ἀληθείας ἔρωτα ἐν ἡμῖν οὐκ ἂν δυναίμεθα εὑρήσειν αὐτὴν ἐν ἐκείνῳ τῷ βίῳ· δι’ ὧν ἐνίκησεν ἀναστάς, ἀνεῖλε τὴν ἀκαθαρσίαν τῆς φύσεως, ὡς ἂν δυνηθῇ λοιπὸν δέξασθαι τὰ θεῖα χαρίσματα· ὑπὲρ γὰρ ὅλης τῆς φύσεως καὶ πέπονθε καὶ νενίκηκεν, ὥσπερ δήπου καὶ ἐσαρκώθη. Διό καὶ ἀναστάντος αὐτοῦ καὶ πρὸς τὸν οὐράνιον ἀναχωρήσαντος χῶρον, οἱ μαθηταὶ τοῦ Πνεύματος ἐπληρώθησαν, ὃ πέμψειν αὐτοῖς ὑπέσχετο, διδάξον αὐτοὺς τὴν ἀλήθειαν ἀναμφισβητήτως καὶ πρὸς τοὺς ὑπὲρ αὐτοῦ, μᾶλλον δὲ τῆς κοινῆς σωτηρίας, ἀγῶνας ἐνδυναμῶσον. Εἰ δὴ Λόγος ἐστὶ τοῦ Θεοῦ ὁ Κύριος ἡμῶν Ἰησοῦς, ὡς καὶ οἱ δεξάμενοι νεωτέρας τινὰς νομοθεσίας ὁμολογοῦσι διὰ τὸ καὶ τοὺς νομοθέτας αὐτῶν τοῦτο ὁμολογεῖν οὕτως, αὐτὸς δὲ λέγει περὶ ἑαυτοῦ, ὅτι “ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ ἡ ὁδός” ἅπερ οὐχ οἷόν τε ἀπολελυμένως οὕτω λέγεσθαι εἰ μὴ περὶ τῆς θείας φύσεως μόνης (ἡ γὰρ αὐτοαλήθεια καὶ αὐτοζωὴ καὶ αὐτοαγαθότης ὁ Θεός ἐστι μόνος, ὁ δημιουργός τε καὶ αἴτιος πάσης ἀληθείας καὶ ζωῆς ταύτης τε καὶ ἐκείνης τῆς μερικῶς εὑρισκομένης ἐν τοῖς αὐτοῦ κτίσμασιν), εὔδηλον ὅτι καὶ Λόγος ἐστὶν οὐσιώδης τοῦ Θεοῦ ὁ Χριστὸς καὶ τῇ αὐτοῦ οὐσίᾳ σύμφυτος, εἰ καὶ κατὰ τὸ ὁρώμενον καὶ ἀληθὴς ἄνθρωπος ἦν, καὶ ἀκολούθως Θεός ἐστι, καὶ τὴν ἀλήθειαν ἦλθε τοὺς ἀνθρώπους διδάξων, δι’ αὐτὸ τὴν ἀνθρωπίνην ἐνδυσάμενος φύσιν, καὶ θήσων εἰς τὴν τῆς σωτηρίας ὁδὸν καὶ τοῦ ψυχικοῦ θανάτου ῥυσόμενος, ἃ δὴ καὶ πεπλήρωκεν. Ἀλλ᾽ οὐκ ἐδίδαξεν αὐτὸς πᾶσαν τὴν ἀλήθειαν τοὺς μαθητάς τότε παρὼν οὐ δυναμένους τότε βαστάζειν· οὐ γάρ πω πίστις ἐνῆν αὐτοῖς περὶ αὐτοῦ βεβαία καὶ ἀναμφίβολος, ὅ δῆλον ἦν ἐκ τοῦ φυγεῖν ἀπ’ αὐτοῦ κατὰ τὴν αὐτοῦ πρόρρησιν ἐν τῷ πάθει, ἐνίους δὲ καὶ ἐξάρνους γενέσθαι τοῦ τελέσαι ὅλως ἐν τῷ καταλόγῳ τῶν μαθητῶν αὐτοῦ.
17. Ἔδει δέ που τελείας πίστεως ἆθλον λαβεῖν τὴν τῶν θείων ἀποκάλυψιν μυστηρίων· καὶ διὰ τοῦτο ὅτε ἔμελλον πιστότεροι τῷ Ἰησοῦ γίνεσθαι, τὴν ἀνάστασίν τε ἰδόντες αὐτοῦ καὶ ψηλαφήσαντες ἀναστάντα καὶ (ὃ μεῖζον) διὰ κεκλεισμένων εἰσεληλυθότα θυρῶν καὶ ἰδόντες ἀναληφθέντα φανερῶς εἰς τὸν οὐρανόν, τότε καὶ πέμψειν αὐτοῖς ὑπέσχετο τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τοῦ Πατρὸς δηλονότι καὶ ἑαυτοῦ, τὴν ἀλήθειαν πᾶσαν διδάξον, ὡς ἂν μὴ μόνον τῆς τοῦ Πνεύματος χάριτος ᾖ τὸ καλὸν ἅπαν, ἀλλὰ δὴ καὶ τῆς ἐν ταῖς ψυχαῖς ἐκείνων παρασκευῆς | f. 46 ἐκ τῶν τηλικούτων αὐτοῖς προσειλημμένης θαυμάτων· ὧνπερ παρασκευῶν εἰ πρότερον ἠξιοῦντο, συναπέθνησκον ἂν τῷ Ἰησοῦ καὶ διέπιπτεν ἂν ἡ περὶ αὐτῶν ἐπαγγελία τῷ Ἰησοῦ ὡς περιοδευσόντων πάντα τὰ ἔθνη. Εἰ δὲ ἀξιούμενοι οὐ συναπέθνησκον, εἰκῇ ἂν ἡ ὑπερφυὴς αὐτοῖς ἐδίδοτο χάρις· εἰκῇ δὲ οὐδὲν ποιεῖ ὁ Θεός. Καὶ δὴ καὶ τῆς ὑποσχέσεως ἐγκαίρως ἐλθούσης αὐτοῖς προσδεχομένοις μετά βεβαίου τῆς ἐλπίδος, ἐδίδαξε μὲν αὐτοὺς τὸ Πνεῦμα τὸ θεῖον καὶ δι’ αὐτῶν πάντας ἀνθρώπους τὴν περὶ πάντων ἀλήθειαν, χαρισμάτων δὲ ἐπλήρωσεν ἄλλων, ὡς ἂν δι’ αὐτῶν δυνηθεῖεν σπεῖραι πανταχοῦ τὸν λόγον τῆς ἀληθείας πᾶσαν ὑπερνικῶντες δυσχέρειαν. Ἔλαβον μὲν γὰρ χάριν λόγου τε καὶ σοφίας, ἵνα τῶν Ἰουδαίων τε καὶ Ἑλλήνων ἐκπλήττωσι τοὺς σπουδαιοτέρους καὶ ἢ προσάγωνται αὐτοὺς ἢ διελέγχωσι τῇ δυνάμει τῆς ἀληθείας· ἐπὶ ταύτῃ τὸ χάρισμα τῆς θαυματουργίας, ἵνα τοῖς θαύμασι βεβαιῶσι τὴν διδασκαλίαν αὐτῶν ἐν τοῖς ἁπλουστέροις τῶν ἀκροατῶν ἢ τοῖς ὑφορωμένοις τὴν τοῦ λόγου δύναμιν καὶ μὴ θείαν εἶναι καὶ ἱερὰν διδασκαλίαν ἑτοίμως θέλουσι πείθεσθαι· ἐπὶ τούτῳ τῆς προφητείας τὸ δῶρον, ἵνα τοὺς τῶν ἀνθρώπων ὁρῶντες διαλογισμοὺς πρὸς τὰς ἐνδοτέρας καὶ ἀφανεῖς αὐτῶν ἀποκρίνωνται διανοίας καὶ ἀναποδράστως τούτους αἱρῶσιν οὐκ ἔχοντας ἱδρῦσαί που τὴν ἀπιστίαν· τὸ χάρισμα τῶν γλωσσῶν ἐπὶ πᾶσιν, ἵνα μὴ δέωνται διερμηνευτῶν τὰ διαφόρους γλώσσας ἔχοντα γένη περιοδεύοντες· οὔτε γὰρ πιστοὺς καὶ πιστῶς ἑρμηνεύσοντας, οὔτε ὅλως εὑρίσκειν ἠδύναντο ἂν ὑπὸ πενίας ἐσχάτης. Ὅθεν καὶ διὰ τούτων τῶν χαρισμάτων τοῦ θείου Πνεύματος κατωρθώθη προδήλως ἡ ὑπερφυής διανομή του σωτηρίου λόγου παρ’ αὐτῶν ἐν ὅλῃ τῇ γῇ, συνεργήσαντος πρὸς τὴν τοιαύτην πανταχοῦ τῆς ἀληθείας σπορὰν τοῦ πανταχοῦ τῆς οἰκουμένης εἰρήνην τότε γενέσθαι, μοναρχήσαντος Αὐγούστου καὶ τῶν διαδόχων αὐτοῦ μετ’ αὐτόν. Διὸ προεφητεύθη τε ἐκ πολλοῦ εἰρήνην ἔσεσθαι τῷ κόσμῳ, γεννωμένου τοῦ Ἰησοῦ, καὶ γέγονεν οὕτως· ἄλλως γὰρ οὐκ ἂν ἀκωλύτως καὶ ἀκινδύνως διὰ πάσης τῆς γῆς εἶχον διϊέναι τῆς ἀληθείας οἱ κήρυκες, εἰ πόλεμοι τοῖς ὁμόρροις ἔθνεσι καὶ πόλεσιν | f. 47 ἦσαν περὶ ἰδίων διαφορῶν, ὥσπερ πρότερον, πρὶν ὑποταγῆναι πάντας ἑνὶ ζυγῷ τῷ ῥωμαϊκῷ.
18. Εἴπερ οὖν ἡ γνῶσις τῆς ἀληθείας ἐτελειώθη ἐν τοῖς ἀνθρώποις δώρῳ Θεοῦ διὰ τοῦ Λόγου αὐτοῦ καὶ τοῦ Πνεύματος ἐπιδεδημηκότων αὐτοῖς, τουτέστι σωματικῶς ὀφθῆναι ἀξιωσάντων κατὰ τὰς περὶ αὐτῶν προφητείας, οὔτε χρὴ διδασκαλίαν ἄλλην ἐκδέχεσθαι τελεωτέραν, οὔτε πιστέον ἂν εἴη τοῖς λέγουσιν ἀπὸ Θεοῦ τι νομοθετεῖν τελεώτερον, καὶ πολλῷ μᾶλλον εἰ φαίνοιντο φθείροντες ἐν πᾶσιν ἢ τοῖς πλείοσι τὴν τοῦ Ἰησοῦ καὶ τῶν ἀποστόλων διδασκαλίαν. Ἡ γάρ φθορά τοῦ νόμου τοῦ διὰ τοῦ Ἰησοῦ δεδομένου καὶ τῶν πρὸ αὐτοῦ νόμων φθορά ἐστιν ἐξ ἀνάγκης· εἰ γὰρ ὁ εὐαγγελικὸς οὗτος νόμος τελείωσίς ἐστι τοῦ μωσαϊκοῦ τε καὶ φυσικοῦ ὂν εἴρηται τρόπον, ἡ φθορά τούτου εὐλόγως καὶ πάντων ἐστὶ φθορά, ὥσπερ αὖ τοῖς ἑστῶσι μετὰ τούτου καὶ μετ’ ἐκείνων ἑστάναι πάντων συμβαίνει. Εἴ τις οὖν νόμος ἐναντίος ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῷ καὶ φθαρτικὸς οὕτω τῶν ἐκ Θεοῦ δεδομένων νόμων, πῶς ἂν εἴη τελειότερος; Τὸ γὰρ τελειότερον ἐν τῷ ἀτελεστέρῳ πως περιέχεσθαι χρή, ὡς τὸ ὅλον φυτὸν ἐν τῷ σπέρματι· καὶ ὄντως ὁ διὰ τοῦ Ἰησοῦ νεώτερον δεδομένος νόμος ἐν τῷ παλαιῷ περιείχετο, κἀκεῖνος αὖ ἕτερον τρόπον ἐν τῷ πρώτῳ καὶ φυσικῷ. Τὸ δ’ ἐναντίον ἀδύνατόν ἐστι περιέχεσθαι ἐν τῷ ἐναντίῳ τοῦτον τὸν τρόπον. Εἰ δὲ ἀδύνατον τελειότερον εἶναι τοῦ εὐαγγελικοῦ νόμου νόμον τινά, καὶ μάλιστα πλείους ἐναντιότητας πρὸς αὐτὸν ἔχοντα, ἀδύνατον ἄρα ἐλθεῖν τινα ἐς ἀνθρώπους τοιοῦτον ἀπὸ Θεοῦ νόμον καὶ ὅλως ἕτερον νόμον παρὰ τὸν εὐαγγελικὸν. Εἰ δὲ μὴ τοῦτο, ἢ ἠγνόησεν ὁ Θεὸς ἑαυτὸν ἀντὶ τοῦ ἀρίστου καὶ τελειοτάτου νόμου τὸν ἐναντίον διδούς, ἢ τῆς τάξεως ἐπελάθετο τῆς οἰκείας διδασκαλίας τε καὶ ἰατρικῆς, ὅτι ἀπὸ τῶν ἀρίστων καὶ τελεωτάτων μαθημάτων ἢ φαρμάκων δίδωσι τοῖς ἀνθρώποις τὰ ἀτελῆ καὶ ἀπὸ τῶν πνευματικωτέρων τὰ σωματικώτερα, ἢ, ὃ μᾶλλον ἐστι, καὶ τὰ ἐναντία, καὶ οὕτω χείρων τῶν παρὰ ἀνθρώποις ἰατρῶν τε καὶ διδασκάλων ἂν εἴη, ἅπερ ἀπείη. Ὅπως δὲ συνεχωρήθη ἐκ Θεοῦ δοθῆναι ἢ δοθήσεσθαι ἔτι νόμους τινὰς ἐξ ἀνθρώπων τοιούτους λεγόντων | f. 47 λαβεῖν αὐτοὺς ἀπὸ τοῦ Θεοῦ, ἔχομεν ἐκ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν λόγων καὶ τούτου τὴν αἰτίαν εἰπεῖν· ἀλλὰ συντομίας χάριν παρίεμεν, τοσοῦτον λέγοντες νῦν, ὅτι καὶ τοῦτο προηγόρευται φανερῶς ἐκ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ· καὶ ταῖς ἄλλαις αὐτοῦ περὶ τῆς συντελείας προρρήσεσιν, εἴτουν τῆς ἐπὶ τὸ βέλτιον τοῦ παντὸς ἀλλοιώσεως, προσῆκον ἂν εἴη καὶ τοῦτο οὕτω συμβαίνειν.
19. Ἀλλὰ μὴν ὁ ἀληθής χριστιανισμὸς καὶ τῶν δοκούντων σοφωτέρων ἐν Ἕλλησι τὰ μὲν σεμνὰ περιέχει βελτίονι τρόπῳ· εἴ τι δὲ περιττὸν ἢ διεφθορός, ἀπορρίπτει. Πρῶτον μὲν γὰρ οἱ ἀπὸ Πυθαγόρου, λόγῳ τὴν μοναρχίαν τιμῶντες, ἔργῳ κατέλυον· πολλοὺς γὰρ ἄλλους θεοὺς κοινωνοὺς καὶ μερίτας τῷ Θεῷ τῆς θεότητος καὶ τῆς ἀρχῆς τῶν ὄντων ἐποίουν, διὸ καὶ σέβας ἐδίδουν αὐτοῖς. Ἀλλ’ ἐν χριστιανοῖς ὁ εἷς Θεὸς ἀδόλως τε καὶ εἰλικρινῶς καὶ σοφῶς ἅμα πιστεύεται καὶ κηρύττεται· τὰ δὲ παρὰ τὸν Θεὸν πάντα, εἴτε ἐν νοητοῖς, εἴτε ἐν αἰσθητοῖς, τὴν τῶν κτισμάτων καὶ δούλων μόνην ἔχουσι τάξιν. Τὸ δὲ τῆς Τριάδος δόγμα, μὴ τι λυμαίνεσθαι τῇ τοιαύτῃ ἑνότητι, καὶ παρ’ αὐτῶν τῶν Ἑλλήνων πολλὴν ἔχει συνηγορίαν, καὶ αὐτῶν τριάδα τινὰ ὑποτιθεμένων πρώτην ἐν τῇ θείᾳ φύσει, εἰ καὶ μὴ ὡσαύτως, ἀλλὰ χείρονι τρόπῳ καὶ πειρωμένῳ μὲν τῆς ἀληθείας, ἀποπίπτοντι δέ, οἷα τὰ ἐκείνων ἦν, τῷ μήπω καταλαμφθῆναι τῷ φωτὶ τῆς ἱερᾶς ἀληθείας διὰ Χριστοῦ. Ἔπειτα Πλάτων μὲν τελειότητα λέγει τοῦ ἀνθρωπίνου βίου τήν ἀρετήν, Ἀριστοτέλης δέ, τὴν θεωρίαν τῆς ἀληθείας· ὁ δὲ ἡμέτερος Ἰησοῦς ζωὴν αἰώνιον εἶναι λέγει καὶ ἔσεσθαι τὴν ἄμεσον γνῶσιν τῆς ἀληθείας, κἀν τῷδε τῷ βίῳ τελειότητα τοῦ ἀνθρώπου καὶ εὐδαιμονίαν τίθησι τὴν αἰνιγματώδη γνῶσιν τῆς ἀληθείας ἅμα ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, δι’ ὧν ἀμφοτέρων τάξει τινί βελτιούμενοι, ἱκανοὶ γινόμεθα μετὰ τὴν τῶν σωμάτων ἀπαλλαγὴν αὐτίκα τυγχάνειν τοῦ τέλους, καὶ γίνονται οἳ γε καλῶς ἐπιμεληθέντες. Ἔστι δέ, ὡς εἰκός, ἐν τοῖς ἀναγκαιοτάτοις δόγμασι τὸ περὶ τοῦ ἀνθρωπείου τέλους. Ἔτι δὲ περὶ τῆς πρὸς ἐκεῖνο φερούσης ὁδοῦ, Ἀριστοτέλης μὲν δυσχερές φησιν | f. 48 εἶναι τὸ κατ’ ἀρετὴν ἐνεργεῖν ὥσπερ τὸ τυγχάνειν τοῦ κέντρου κατὰ τὸν κύκλον, ὅπερ ὀλίγοι ποιεῖν δύνανται· ὁ δ᾽ ἡμέτερος Ἰησοῦς πολὺ ἐναργέστερον καὶ σοφώτερον ἀξιοῖ στενὴν εἶναι καὶ τεθλιμμένην τὴν φέρουσαν ἐπ’ ἀρετὴν εἴτε ὁδὸν εἴτε πύλην, καὶ ὀλίγους εἶναι τοὺς δι’ αὐτῆς ἐρχομένους διὰ τὰς σωματικὰς ἐπιθυμίας, αἷς τὸ πλεῖστον ζῇ τῶν ἀνθρώπων, ὧν οἱ ὑπεριδόντες διὰ τὴν ἀγάπην τῶν ἀϊδίων κρατήσασαν ἐν αὐτοῖς ἰσχυρῶς καὶ ἀμεταβλήτως, χρηστοῦ πάνυ αἰσθάνονται τοῦ ζύγου καὶ ἐλαφροῦ τοῦ φορτίου τῆς δοκούσης ἄλλοις ἐπιπόνου ζωῆς, ὅταν κατά τε λόγον καὶ τὸν τοῦ Ἰησοῦ νόμον ζῆν ἄρχωνται, καὶ ὡς μηδὲν φέροντες, οὕτως εὐζώνως τε καὶ σὺν ἡδονῇ καὶ ὡς δι’ ἀνειμένης ὁδοῦ τρέχουσι. Καὶ Ἀριστοτέλης μὲν τὴν ἐν ταῖς πολιτικαῖς ἀρεταῖς δυσχέρειαν μόνην συνεῖδε· περὶ δὲ τῶν ἀρετῶν, αἳ καθαίρουσι καὶ ἀνάγουσι τὸν ἀνθρώπινον νοῦν πρὸς τὸν Θεόν, ἢ ἃς ὁ ἄνθρωπος καὶ δὴ καθαρθείς ἐνεργεῖ καὶ θεοειδής γενόμενος, Πλάτων τε καὶ αὐτὸς Ἀριστοτέλης μάλιστα σχεδὸν οὐδὲν εἶπον, ἐν αἷς ἀρεταῖς ἥ τε δυσχέρεια μείζων ἐστὶν καὶ ἡ ὠφέλεια λαμπροτέρα ἀμέτρως· ζηλωταὶ δὲ τοῦ Πλάτωνος ὕστερον κοσμοῦντες αὐτόν, περὶ τοιούτων τινῶν ἁρπάσαντες ἐκ τῶν ἡμετέρων καὶ μεταπλάσαντες λέγουσιν ὡς καὶ αὐτῷ δοκοῦντα τῷ Πλάτωνι. Τίς ἔτι δυνήσεται ὑπὲρ ἀληθείας θνήσκειν ἑτοίμως καὶ σὺν ἡδονῇ ἀπὸ τῆς τῶν σοφῶν ἐκείνων διδασκαλίας, ὡς ἀπὸ τῆς τοῦ ἡμετέρου Δεσπότου; Διὰ τοῦτο ἐκεῖνοι μὲν οὐδ᾽ ἔπεισαν οὐδένα, λόγῳ μὲν τοῦτό που ἐπαινοῦντες καὶ οὐδεμίαν θειότητα ἔχοντι, ἔργῳ δὲ οὐ παραδεικνύντες· ὁ δ’ ἡμέτερος εὐεργέτης ἀναριθμήτους ἔπεισε καὶ πείσει μέχρι τῆς συντελείας· ὁμοῦ γὰρ μετὰ τῆς ἀληθείας τῶν νόμων αὐτοῦ καὶ δογμάτων εἰσδυόμενον εἰς τὰς τῶν πιστευόντων ψυχὰς τῆς ἐν αὐτοῖς θειότητος τὸ δραστήριον, εἰς τὸν ἔσχατον ἀνάγει τῆς φιλοσοφίας ὅρον ἔργῳ καὶ ἀληθείᾳ· καὶ πρὸς τούτοις αὐτὸς ἕστηκε τῆς φιλοσοφίας ταύτης ὑπόδειγμα καὶ οἱ παρ’ ἐκείνου διαδεξάμενοι τὸν καλὸν ἀγῶνα περὶ τῆς ἀληθείας καὶ τῆς ἐν αὐτῇ τῶν ψυχῶν σωτηρίας.
20. Ἐπεὶ δὲ οὐ δεῖ μόνον ὀρθὴν ἔχειν δόξαν περὶ τοῦ θείου, ἀλλὰ καὶ | f. 48 λατρεύειν αὐτῷ διὰ τῶν τῆς θρησκείας ἔργων, τίς νοῦν ἔχων, ἀφεὶς τὴν πνευματικὴν καὶ σεμνοτάτην λατρείαν καὶ ἀμέσως πρὸς τὸν Θεὸν φέρουσαν αὐτοῦ χάριτι, τοῖς τῶν Ἑλλήνων θρησκεύμασι προσθήσεται τοῖς παχέσι καὶ σωματικοῖς ἐκείνοις; Μᾶλλον δὲ ποῦ καὶ πῶς νῦν θρησκεύσει καθ’ Ἕλληνας, ἠφανισμένης τῇ ἐπιφανείᾳ τοῦ Ἰησοῦ τῆς ἑλληνικῆς πάσης θρησκείας; Οὐδὲ γὰρ τότε οἱ Ἕλληνες ἢ ὁμοίως ἐπίστευον ἢ ὁμοίως ἐθρήσκευον, οὐδὲ νόμος τις ἦν αὐτοῖς, ἢ ἐκ Θεοῦ δοκῶν εἶναι ἢ παρ’ ἀνθρώπων τεθειμένος, κοινός, ἢ ὑπὸ πάντων φυλαττόμενος ἢ τῶν πλείστων τῶν ἐν ἐκείνῳ τῷ νόμῳ ὑγιαινόντων· ἀλλ᾽ ὥσπερ ἐν σκότῳ ψηλαφῶντες, ὃ μὲν οὕτως, ὃ δὲ ἄλλως ἐφρόνει τε καὶ ἐθρήσκευεν σὺν ὀλίγοις τοῖς αὐτῷ πειθομένοις, ὡς δὴ περὶ τὰ τοιαῦτα ὄντι δεξιωτέρῳ. Διὸ καὶ οἱ τῶν Ἑλλήνων σοφώτεροι ἐν τῷ καιρῷ τοῦ ἀποστολικοῦ, μᾶλλον δὲ οὐρανίου κηρύγματος, αὐτοὶ πρῶτοι τὴν πλάνην κατανενοηκότες τῆς συντρόφου αὐτοῖς δόξης ἐν τῷ φωτὶ τῆς χριστιανικῆς ἀληθείας, χριστιανοὶ γεγόνασιν καὶ πολλὰ κατὰ τῆς πατρίου συνεγράψαντο πλάνης σωζόμενα μέχρι τοῦ νῦν, οἳ μὲν ἐν Ῥωμαίοις, οἳ δὲ ἐν Ἕλλησι· πλεῖστοι δὲ αὐτῶν καὶ μακροθύμως ὑπήνεγκαν τὸν ἐπαχθέντα αὐτοῖς διὰ τοῦτο θάνατον.
21. Καὶ οὕτως ἐκ τῶν εἰρημένων στενῶς τε καὶ ὅσον ἐφάψασθαι μόνον γέγονε δῆλον, ὅτι μία καὶ τελεωτάτη τῆς σωτηρίας ὁδός ἐστιν ἡ διδασκαλία τοῦ Ἰησοῦ καὶ τῶν αὐτοῦ μαθητῶν, καὶ ὅτι ἐν τῇ τοιαύτῃ ὁδῷ οἱ τῇ διδασκαλίᾳ ταύτῃ ἠκολουθηκότες γεγόνασι πάντες, καὶ ὅτι νόμος τελειότατος ἐκ Θεοῦ εἰς ἀνθρώπους ἦλθεν ὁ εὐαγγελικός, καὶ οὗτος ἀπὸ τῶν τοῦ Κυρίου Ἰησοῦ χρόνων ἄχρι καὶ νῦν ἀδιάφθορος ἐν τοῖς πανταχοῦ μένει χριστιανοῖς, ἐν οἷς, εἰ καὶ πλείους αἱρέσεις εἰσίν, οὐ τῷ διαφόροις κεχρῆσθαι εὐαγγελίοις, ἀλλὰ τῷ διαφόρως νοεῖν τὰ ὁμοίως γεγραμμένα συνίστανται· καὶ εἴ τινες λέγουσι τὸ εὐαγγέλιον μεταποιηθῆναι κατά τινα μέρη ὑπὸ χριστιανῶν, αὐτοὶ μὲν δι’ οὐδενὸς ἀληθοῦς τεκμηρίου τοῦτο δεικνύναι δύνανται· ἡμεῖς δὲ πολλαῖς ἀληθεστάταις ἀποδείξεσι δεικνύναι δυνάμεθα, ὡς ἀμεταποίητόν ἐστιν | f. 49 ἐν πᾶσι χριστιανοῖς. Οἱ δὲ λέγοντες μεταποιηθῆναι, αὐτοὶ δείκνυνται μεταποιοῦντες προσθήκαις καὶ ὑφαιρέσεσιν εἰς συνηγορίαν τῶν παρὰ σφίσιν αὐτοῖς νομοθεσιῶν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς πολυθέου πλάνης ὁρμώμενοι τότε μετεποίουν μὲν οὐδαμῶς, κατεψεύδοντο δὲ αὐτοῦ λέγοντές τε καὶ δεικνύναι οἰόμενοι περιέχειν ἀντιφάσεις τινάς· εἷλκον γὰρ τὰ τοῦ εὐαγγελίου ῥήματα πρὸς τὸ δεῖξαι αὐτὰ ἀντιφάσκοντα ἔστιν οὗ, ἢ οὐκ εἰδότες τὴν ἀληθῆ διάνοιαν αὐτῶν, ἢ διαβάλλοντες ἑκουσίως, ὃ καὶ τοῖς αἱρετικοῖς συνέβη παθεῖν· ἐβιάσαντο γὰρ καὶ αὐτοὶ οὐκ ὀλίγας τῶν εὐαγγελικῶν ῥήσεων πρὸς συνηγορίαν τῆς οἰκείας ἕκαστοι δόξης. Ἔστι δὲ οὐδὲν ἐν τῷ κόσμῳ τῆς εὐαγγελικῆς διανοίας συμφωνότερον, ὅτι μηδὲ θειότερόν τε καὶ ἀληθέστερον. Ὁ δὲ εἷς καὶ μόνος Θεὸς ἡμῶν ἐν τριάδι προσώπων, ὁ τῆς ἀληθείας ἔφορος, ὁδηγήσαι πάντας ἡμᾶς πρὸς τὴν γνῶσιν τῆς ἱερᾶς ἀληθείας, ἥτις μόνη ἐστὶν ἡ τελειότης τοῦ ἀνθρώπου καί ἡ μακαριότης. Ἀμήν:
Γενναδίου του Σχολαρίου. Άπαντα τα Ευρισκόμενα.
Oeuvres completes de Gennade Scholarios. Tome III.
E.Oeuvres apologétiques. I. Apologétique à l’adresse des Musulmans. 1. La seule voie du salut.
Maison de la bonne presse. Paris 1930
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου